τῶ νῦν ἥντινʼ ἐγὼ τῖσαι χάριν ἄρκιός εἰμι,τίσω προφρονέως. ἡ γὰρ θέμις ἠπεδανοῖσινἀνδράσιν, εὖτʼ ἄρξωσιν ἀρείονες ἄλλοι ὀφέλλειν.ξυνῇ μὲν πάντεσσιν ὁμόστολον ὔμμιν ἕπεσθαιΔάσκυλον ὀτρυνέω, ἐμὸν υἱέα· τοῖο δʼ ἰόντος,ἦ τʼ ἂν ἐυξείνοισι διὲξ ἁλὸς ἀντιάοιτεἀνδράσιν, ὄφρʼ αὐτοῖο ποτὶ στόμα Θερμώδοντος.νόσφι δὲ Τυνδαρίδαις Ἀχερουσίδος ὑψόθεν ἄκρηςεἵσομαι ἱερὸν αἰπύ· τὸ μὲν μάλα τηλόθι πάντεςναυτίλοι ἂμ πέλαγος θηεύμενοι ἱλάξονται·καί κέ σφιν μετέπειτα πρὸ ἄστεος, οἷα θεοῖσιν,πίονας εὐα·ρότοιο γύας πεδίοιο ταμοίμην.ὧς τότε μὲν δαῖτʼ ἀμφὶ πανήμεροι ἑψιόωντο.ἦρί γε μὴν ἐπὶ νῆα κατήισαν ἐγκονέοντες·καὶ δʼ αὐτὸς σὺν τοῖσι Λύκος κίε, μυρίʼ ὀπάσσαςδῶρα φέρειν· ἅμα δʼ υἷα δόμων ἔκπεμπε νέεσθαι.ἔνθα δʼ Ἀβαντιάδην πεπρωμένη ἤλασε μοῖραἼδμονα, μαντοσύνῃσι κεκασμένον. ἀλλά μιν οὔτιμαντοσύναι ἐσάωσαν, ἐπεὶ χρεὼ ἦγε δαμῆναι·κεῖτο γὰρ εἱαμενῇ δονακώδεος ἐν ποταμοῖοψυχόμενος λαγόνας τε καὶ ἄσπετον ἰλύι νηδὺνκάπριος ἀργιόδων, ὀλοὸν τέρας, ὅν ῥα καὶ αὐταὶνύμφαι ἑλειονόμοι ὑπεδείδισαν· οὐδέ τις ἀνδρῶνἠείδει· οἶος δὲ κατὰ πλατὺ βόσκετο τῖφος.αὐτὰρ ὅγʼ ἰλυόεντος ἀνὰ θρωσμοὺς ποταμοῖονίσσετʼ Ἀβαντιάδης· ὁ δʼ ἄρʼ ἔκποθεν ἀφράστοιοὕψι μάλʼ ἐκ δονάκων ἀνεπάλμενος ἤλασε μηρὸνἀίγδην, μέσσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν.ὀξὺ δʼ ὅγε κλάγξας οὔδει πέσεν· οἱ δὲ τυπέντοςἀθρόοι ἀντιάχησαν. ὀρέξατο δʼ αἶψʼ ὀλοοῖοΠηλεὺς αἰγανέῃ φύγαδʼ εἰς ἕλος ὁρμηθέντοςκαπρίου· ἔσσυτο δʼ αὖτις ἐναντίος· ἀλλά μιν Ἴδαςοὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·τὸν δʼ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα,ἀχνύμενοι, χείρεσσι δʼ ἑῶν ἐνικάτθανʼ ἑταίρων.ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδητάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς