καὶ δὴ πασσυδίῃ μεγάρων ἔντοσθε Λύκοιοκεῖνʼ ἦμαρ φιλότητι, μετὰ πτολίεθρον ἰόντες,δαίτην ἀμφίεπον, τέρποντό τε θυμὸν ἔπεσσιν.Αἰσονίδης μέν οἱ γενεὴν καὶ οὔνομʼ ἑκάστουσφωιτέρων μυθεῖθʼ ἑτάρων, Πελίαό τʼ ἐφετμάς,ἠδʼ ὡς Λημνιάδεσσιν ἐπεξεινοῦντο γυναιξίν,ὅσσα τε Κύζικον ἀμφὶ Δολιονίην ἐτέλεσσαν· ἐτελεσσαν·Μυσίδα δʼ ὡς ἀφίκοντο Κίον θʼ, ὅθι κάλλιπον ἥρωἩρακλέην ἀέκοντι νόῳ, Γλαύκοιό τε βάξινπέφραδε, καὶ Βέβρυκας ὅπως Ἄμυκόν τʼ ἐδάιξαν,καὶ Φινῆος ἔειπε θεοπροπίας τε δύην τε,ἠδʼ ὡς Κυανέας πέτρας φύγον, ὥς τʼ ἀβόλησανΛητοΐδῃ κατὰ νῆσον. ὁ δʼ ἑξείης ἐνέποντοςθέλγετʼ ἀκουῇ θυμόν· ἄχος δʼ ἕλεν Ἡρακλῆιλειπομένῳ, καὶ τοῖον ἔπος πάντεσσι μετηύδα·ὦ φίλοι, οἵου φωτὸς ἀποπλαγχθέντες ἀρωγῆςπείρετʼ ἐς Αἰήτην τόσσον πλόον. εὖ γὰρ ἐγώ μινΔασκύλου ἐν μεγάροισι καταυτόθι πατρὸς ἐμοῖοοἶδʼ ἐσιδών, ὅτε δεῦρο διʼ Ἀσίδος ἠπείροιοπεζὸς ἔβη ζωστῆρα φιλοπτολέμοιο κομίζωνἹππολύτης· ἐμὲ δʼ εὗρε νέον χνοάοντα ἰούλους.ἔνθα δʼ ἐπὶ Πριόλαο κασιγνήτοιο θανόντοςἡμετέρου Μυσοῖσιν ὑπʼ ἀνδράσιν, ὅντινα λαὸςοἰκτίστοις ἐλέγοισιν ὀδύρεται ἐξέτι κείνου,ἀθλεύων Τιτίην ἀπεκαίνυτο πυγμαχέοντακαρτερόν, ὃς πάντεσσι μετέπρεπεν ἠιθέοισινεἶδός τʼ ἠδὲ βίην· χαμάδις δέ οἱ ἤλασʼ ὀδόντας.αὐτὰρ ὁμοῦ Μυσοῖσιν ἐμῷ ὑπὸ πατρὶ δάμασσενκαὶ Φρύγας, οἳ ναίουσιν ὁμώλακας ἧμιν ἀρούρας,φῦλά τε Βιθυνῶν αὐτῇ κτεατίσσατο γαίῃ,ἔστʼ ἐπὶ Ῥηβαίου προχοὰς σκόπελόν τε Κολώνης·Παφλαγόνες τʼ ἐπὶ τοῖς Πελοπήιοι εἴκαθον αὔτως,ὅσσους Βιλλαίοιο μέλαν περιάγνυται ὕδωρ.ἀλλά με νῦν Βέβρυκες ὑπερβασίη τʼ Ἀμύκοιοτηλόθι ναιετάοντος, ἐνόσφισαν, Ἡρακλῆος,δὴν ἀποτεμνόμενοι γαίης ἅλις, ὄφρʼ ἐβάλοντοοὖρα βαθυρρείοντος ὑφʼ εἱαμεναῖς Ὑπίοιο.ἔμπης δʼ ἐξ ὑμέων ἔδοσαν τίσιν· οὐδέ ἕ φημιἤματι τῷδʼ ἀέκητι θεῶν ἐπελάσσαι ἄρηα,Τυνδαρίδην Βέβρυξιν, ὅτʼ ἀνέρα κεῖνον ἔπεφνεν.