αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.ἦμος δὲ τρίτατον φάος ἤλυθε, δὴ τότʼ ἔπειταἀκραεῖ ζεφύρῳ νῆσον λίπον αἰπήεσσαν.ἔνθεν δʼ ἀντιπέρην ποταμοῦ στόμα Σαγγαρίοιοκαὶ Μαριανδυνῶν ἀνδρῶν ἐριθηλέα γαῖανἠδὲ Λύκοιο ῥέεθρα καὶ Ἀνθεμοεισίδα λίμνηνδερκόμενοι παράμειβον· ὑπὸ πνοιῇ δὲ κάλωεςὅπλα τε νήια πάντα τινάσσετο νισσομένοισιν.ἠῶθεν δʼ ἀνέμοιο διὰ κνέφας εὐνηθέντοςἀσπασίως ἄκρης Ἀχερουσίδος ὅρμον ἵκοντο.ἡ μέν τε κρημνοῖσιν ἀνίσχεται ἠλιβάτοισιν,εἰς ἅλα δερκομένη Βιθυνίδα· τῇ δʼ ὑπὸ πέτραιλισσάδες ἐρρίζωνται ἁλίβροχοι· ἀμφὶ δὲ τῇσινκῦμα κυλινδόμενον μεγάλα βρέμει· αὐτὰρ ὕπερθενἀμφιλαφεῖς πλατάνιστοι ἐπʼ ἀκροτάτῃ πεφύασιν.ἐκ δʼ αὐτῆς εἴσω κατακέκλιται ἤπειρόνδεκοίλη ὕπαιθα νάπη, ἵνα τε σπέος ἔστʼ Ἀίδαοὕλῃ καὶ πέτρῃσιν ἐπηρεφές, ἔνθεν ἀυτμὴπηγυλίς, ὀκρυόεντος ἀναπνείουσα μυχοῖοσυνεχές, ἀργινόεσσαν ἀεὶ περιτέτροφε πάχνην,ἥ τε μεσημβριόωντος ἰαίνεται ἠελίοιο.σιγὴ δʼ οὔποτε τήνγε κατὰ βλοσυρὴν ἔχει ἄκρην,ἀλλʼ ἄμυδις πόντοιό θʼ ὑπὸ στένει ἠχήεντος,φύλλων τε πνοιῇσι τινασσομένων μυχίῃσιν.ἔνθα δὲ καὶ προχοαὶ ποταμοῦ Ἀχέροντος ἔασιν,ὅς τε διὲξ ἄκρης ἀνερεύγεται εἰς ἅλα βάλλωνἠῴην· κοίλη δὲ φάραγξ κατάγει μιν ἄνωθεν.τὸν μὲν ἐν ὀψιγόνοισι Σοωναύτην ὀνόμηνανΝισαῖοι Μεγαρῆες, ὅτε νάσσεσθαι ἔμελλονγῆν Μαριανδυνῶν. δὴ γάρ σφεας ἐξεσάωσεναὐτῇσιν νήεσσι, κακῇ χρίμψαντας ἀέλλῃ.τῇ ῥʼ οἵγʼ αὐτίκα νηὶ διὲξ Ἀχερουσίδος ἄκρηςεἰσωποὶ ἀνέμοιο νέον λήγοντος ἔκελσαν.οὐδʼ ἄρα δηθὰ Λύκον, κείνης πρόμον ἠπείροιο,καὶ Μαριανδυνοὺς λάθον ἀνέρας ὁρμισθέντεςαὐθένται Ἀμύκοιο κατὰ κλέος, ὃ πρὶν ἄκουον·ἀλλὰ καὶ ἀρθμὸν ἔθεντο μετὰ σφίσι τοῖο ἕκητι.αὐτὸν δʼ ὥστε θεὸν Πολυδεύκεα δεξιόωντοπάντοθεν ἀγρόμενοι· ἐπεὶ ἦ μάλα τοίγʼ ἐπὶ δηρὸνἀντιβίην Βέβρυξιν ὑπερφιάλοις πολέμιζον.