ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δʼ ὑπὸ ποσσὶνσείετο νῆσος ὅλη, κλύζεν δʼ ἐπὶ κύματα χέρσῳ.τοὺς δʼ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐδέ τις ἔτληἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο.στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὁ τηλοῦβῆ ῥʼ ἴμεναι πόντονδε διʼ ἠέρος· ὀψὲ δὲ τοῖονὈρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων·εἰ δʼ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνοςτήνδʼ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθηἠῷος μετιών· τὰ δὲ ῥέξομεν οἷα πάρεστιν,βωμὸν ἀναστήσαντες ἐπάκτιον· εἰ δʼ ἂν ὀπίσσωγαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ,δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν.νῦν δʼ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαικέκλομαι. ἀλλʼ ἵληθι ἄναξ, ἵληθι φαανθείς.ὧς ἄρʼ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντοχερμάσιν· οἱ δʼ ἀνὰ νῆσον ἐδίνεον, ἐξερέοντεςεἴ κέ τινʼ ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεναἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντωνεὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷκαῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα.ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,καλὸν Ἰηπαιήονʼ Ἰηπαιήονα Φοῖβονμελπόμενοι· σὺν δέ σφιν ἐὺς πάις ΟἰάγροιοΒιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς·ὥς ποτε πετραίῃ ὑπὸ δειράδι ΠαρνησσοῖοΔελφύνην τόξοισι πελώριον ἐξενάριξεν,κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς.ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δʼ αὐτὴΛητὼ Κοιογένεια φίλαις ἐν χερσὶν ἀφάσσει.πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες,θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι·ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξεινἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο,ἁπτόμενοι θυέων· καί τʼ εἰσέτι νῦν γε τέτυκταικεῖσʼ Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ῥʼ ἐκάμοντο