θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθηκεκλομένων, καί ῥʼ αὖτις ἐπιρρήδην μετέειπεν·ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω.τούνεκα νῦν οὐδʼ εἴ κε διὲξ Ἀίδαο βερέθρωνστελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθεἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλʼ ὅτε πέτραςΠληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτʼ ὀπίσσωἔσσεσθαι τοιόνδʼ ἕτερον φόβον, εἰ ἐτεόν γεφραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα.ὧς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,εἰρεσίῃ δʼ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγεῬήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης,ἄκρην δʼ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,τῇ δʼ ἄρʼ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθενΔιψακὸς υἷʼ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,ὁππόθʼ ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο·τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβριςἥνδανεν, ἀλλʼ ἐθελημὸς ἐφʼ ὕδασι πατρὸς ἑοῖομητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων.τοῦ μέν θʼ ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖοἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπηνδερκόμενοι παράμειβον, ὁμῶς δʼ ἐπὶ ἤματι νύκτανήνεμον ἀκαμάτῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν.οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουρανἐργατίναι μογέουσι βόες, περὶ δʼ ἄσπετος ἱδρὼςεἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφινλοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀυτμὴαὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δʼ ἐνὶ γαίῃχηλὰς σκηρίπτοντε πανημέριοι πονέονται.τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά.ἦμος δʼ οὔτʼ ἄρ πω φάος ἄμβροτον, οὔτʼ ἔτι λίηνὀρφναίη πέλεται, λεπτὸν δʼ ἐπιδέδρομε νυκτὶφέγγος, ὅτʼ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν,τῆμος ἐρημαίης νήσου λιμένʼ εἰσελάσαντεςΘυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεντῆλʼ ἐπʼ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων,ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθενπλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι·λαιῇ δʼ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις