σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι.ἡ δʼ ἰκέλη πτερόεντι μετήορος ἔσσυτʼ ὀιστῷ.ἔμπης δʼ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβανωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ ἈθήνηΟὔλυμπόνδʼ ἀνόρουσεν, ὅτʼ ἀσκηθεῖς ὑπάλυξαν.πέτραι δʼ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιννωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦενἐκ μακάρων, εὖτʼ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ.οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιοἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσηςτῆλʼ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαοσώεσθαι· Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων·ἔλπομαι αὐτῇ νηὶ τόγʼ ἔμπεδον ἐξαλέασθαιἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη,ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργοςγόμφοισιν συνάρασσε· θέμις δʼ οὐκ ἔστιν ἁλῶναι.Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν,εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν,μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλουςεὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς.ἦ ῥʼ ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαννῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ ὁ τόνγεμειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν·Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι;ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην.χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαοαὐτίκʼ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλοννηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι·νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶναςἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθανηὶ διαπλώειν, στυγέων δʼ, ὅτʼ ἐπʼ ἠπείροιοβαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν.αἰεὶ δὲ στονόεσσαν ἐπʼ ἤματι νύκτα φυλάσσω,ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε,φραζόμενος τὰ ἕκαστα σὺ δʼ εὐμαρέως ἀγορεύειςοἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγεεἷο μὲν οὐδʼ ἠβαιὸν ἀτύζομαι· ἀμφὶ δὲ τοῖοκαὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδιʼ ἑταίρωνεἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω.ὧς φάτʼ ἀριστήων πειρώμενος· οἱ δʼ ὁμάδησαν