κάρτεϊ ᾧ πίσυνοι. τὰς δʼ αὐτίκα λοίσθιον ἄλλωνοἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο.σὺν δέ σφιν χύτο θυμός· ὁ δʼ ἀίξαι πτερύγεσσινΕὔφημος προέηκε πελειάδα· τοὶ δʼ ἅμα πάντεςἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ διʼ αὐτῶνἔπτατο· ταὶ δʼ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσινἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὖε δὲ πόντοςσμερδαλέον· πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ.κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείαςκλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δʼ ὄχθηςλευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη.νῆα δʼ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δʼ ἔκοψανοὐραῖα πτερὰ ταίγε πελειάδος· ἡ δʼ ἀπόρουσενἀσκηθής. ἐρέται δὲ μέγʼ ἴαχον· ἔβραχε δʼ αὐτὸςΤῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτιςἄνδιχα. τοὺς δʼ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴπλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικενεἴσω πετράων. τότε δʼ αἰνότατον δέος εἷλενπάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.ἤδη δʼ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθενκυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δʼ ἐσιδόντεςἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥανηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν.ἀλλά μιν ἔφθη Τῖφυς ὑπʼ εἰρεσίῃ βαρύθουσανἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,ἐκ δʼ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆαπετράων· ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.Εὔφημος δʼ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους,ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἱ δʼ ἀλαλητῷκόπτον ὕδωρ. ὅσσον δʼ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν,δὶς τόσον ἂψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαιἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.ἔνθεν δʼ αὐτίκʼ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα,ἡ δʼ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳπροπροκαταΐγδην κοίλης ἁλός. ἐν δʼ ἄρα μέσσαιςΠληγάσι δινήεις εἶχεν ῥόος· αἱ δʼ ἑκάτερθενσειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα.καὶ τότʼ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης