λοιμοῦ ἀλεξητῆρα. λίπεν δʼ ὅγε πατρὸς ἐφετμῇΦθίην, ἐν δὲ Κέῳ κατενάσσατο, λαὸν ἀγείραςΠαρράσιον, τοίπερ τε Λυκάονός εἰσι γενέθλης,καὶ βωμὸν ποίησε μέγαν Διὸς Ἰκμαίοιο,ἱερά τʼ εὖ ἔρρεξεν ἐν οὔρεσιν ἀστέρι κείνῳΣειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο δʼ ἕκητιγαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραιἤματα τεσσαράκοντα· Κέῳ δʼ ἔτι νῦν ἱερῆεςἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.καὶ τὰ μὲν ὧς ὑδέονται· ἀριστῆες δὲ καταῦθιμίμνον ἐρυκόμενοι· ξεινήια δʼ ἄσπετα Θυνοὶπᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον.ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντεςβωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφʼ ἱερὰ θέντες,νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείηςτρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλʼ ἄρα τήνγεδείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼςΕὔφημος, γαίης δʼ ἀπὸ διπλόα πείσματʼ ἔλυσαν.οὐδʼ ἄρʼ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες·αὐτίκα δʼ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσινκούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν,σεύατʼ ἴμεν πόντονδε, φίλα φρονέουσʼ ἐρέτῃσιν.ὡς δʼ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰπλαζόμεθʼ ἄνθρωποι τετληότες, οὐδέ τις αἶατηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι,σφωιτέρους δʼ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθοςὑγρή τε τραφερή τʼ ἰνδάλλεται, ἄλλοτε δʼ ἄλλῃὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν·ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασαθῆκεν ἐπʼ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς.οἱ δʼ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντοτρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν,δινήεις δʼ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαννῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο,ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράωννωλεμὲς οὔατʼ ἔβαλλε, βόων δʼ ἁλιμυρέες ἀκταί,δὴ τότʼ ἔπειθʼ ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼςΕὔφημος πρῴρης ἐπιβήμεναι· οἱ δʼ ὑπʼ ἀνωγῇΤίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντοεἰρεσίην, ἵνʼ ἔπειτα διὲκ πέτρας ἐλάσειαν,