μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺναἰῶνα τρίβεσκε διηνεκές· αὐτὰρ ὁ τήνγεἀφραδέως ἔτμηξεν ἀγηνορίῃ νεότητος.τῷ δʼ ἄρα νηκερδῆ νύμφη πόρεν οἶτον ὀπίσσωαὐτῷ καὶ τεκέεσσιν. ἔγωγε μέν, εὖτʼ ἀφίκανεν,ἀμπλακίην ἔγνων· βωμὸν δʼ ἐκέλευσα καμόνταΘυνιάδος νύμφης, λωφήια ῥέξαι ἐπʼ αὐτῷἱερά, πατρῴην αἰτεύμενον αἶσαν ἀλύξαι.ἔνθʼ ἐπεὶ ἔκφυγε κῆρα θεήλατον, οὔποτʼ ἐμεῖοἐκλάθετʼ, οὐδʼ ἀθέρισσε· μόλις δʼ ἀέκοντα θύραζεπέμπω, ἐπεὶ μέμονέν γε παρέμμεναι ἀσχαλόωντι.ὧς φάτʼ Ἀγηνορίδης· ὁ δʼ ἐπισχεδὸν αὐτίκα δοιὼἤλυθʼ ἄγων ποίμνηθεν ὄις. ἀνὰ δʼ ἵστατʼ Ἰήσων,ἂν δὲ Βορήιοι υἷες ἐφημοσύνῃσι γέροντος.ὦκα δὲ κεκλόμενοι μαντήιον Ἀπόλλωναῥέζον ἐπʼ ἐσχαρόφιν νέον ἤματος ἀνομένοιο.κουρότεροι δʼ ἑτάρων μενοεικέα δαῖτʼ ἀλέγυνον.ἔνθʼ εὖ δαισάμενοι, τοὶ μὲν παρὰ πείσμασι νηός,τοὶ δʼ αὐτοῦ κατὰ δώματʼ ἀολλέες εὐνάζοντο.ἦρι δʼ ἐτήσιαι αὖραι ἐπέχραον, αἵ τʼ ἀνὰ πᾶσανγαῖαν ὁμῶς τοιῇδε Διὸς πνείουσιν ἀρωγῇ.Κυρήνη πέφαταί τις ἕλος πάρα Πηνειοῖομῆλα νέμειν προτέροισι παρʼ ἀνδράσιν· εὔαδε γάρ οἱπαρθενίη καὶ λέκτρον ἀκήρατον. αὐτὰρ Ἀπόλλωντήνγʼ ἀνερεψάμενος ποταμῷ ἔπι ποιμαίνουσαντηλόθεν Αἱμονίης, χθονίῃς παρακάτθετο νύμφαις,αἳ Λιβύην ἐνέμοντο παραὶ Μυρτώσιον αἶπος.ἔνθα δʼ Ἀρισταῖον Φοίβῳ τέκεν, ὃν καλέουσινἈγρέα καὶ Νόμιον πολυλήιοι Αἱμονιῆες.τὴν μὲν γὰρ φιλότητι θεὸς ποιήσατο νύμφηναὐτοῦ μακραίωνα καὶ ἀγρότιν· υἷα δʼ ἔνεικεννηπίαχον Χείρωνος ὑπʼ ἄντροισιν κομέεσθαι.τῷ καὶ ἀεξηθέντι θεαὶ γάμον ἐμνήστευσανΜοῦσαι, ἀκεστορίην τε θεοπροπίας τʼ ἐδίδαξαν·καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσσʼ ἐνέμοντοἂμ πεδίον Φθίης Ἀθαμάντιον ἀμφί τʼ ἐρυμνὴνὌθρυν καὶ ποταμοῦ ἱερὸν ῥόον Ἀπιδανοῖο.ἦμος δʼ οὐρανόθεν Μινωίδας ἔφλεγε νήσουςΣείριος, οὐδʼ ἐπὶ δηρὸν ἔην ἄκος ἐνναέτῃσιν,τῆμος τόνγʼ ἐκάλεσσαν ἐφημοσύναις Ἑκάτοιο