κήδετο λευγαλέης, καὶ δʼ ἡμέας αὖθι πέλασσεντηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο·εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι ἦ τʼ ἂν ὀίωγηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδʼ ἱκοίμην.ὧς ἔφατʼ· αὐτὰρ ὁ τόνγε κατηφήσας προσέειπεν·Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον, οὐδέ τι μῆχοςἔστʼ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί.ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.ὧς τώγʼ ἀλλήλοισι παραβλήδην ἀγόρευον.αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθηἨριγενής· τὸν δʼ ἀμφὶ περικτίται ἠγερέθοντοἀνέρες, οἳ καὶ πρόσθεν ἐπʼ ἤματι κεῖσε θάμιζον,αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς.τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,ἔχραεν ἐνδυκέως, πολέων δʼ ἀπὸ πήματʼ ἔλυσενμαντοσύνῃ· τῶ καί μιν ἐποιχόμενοι κομέεσκον.σὺν τοῖσιν δʼ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦενφίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούσγʼ ἐνόησεν.πρὶν γὰρ δή νύ ποτʼ αὐτὸς ἀριστήων στόλον ἀνδρῶνἙλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταοπείσματʼ ἀνάψασθαι μυθήσατο Θυνίδι γαίῃ,οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.τοὺς μὲν ἔπειτʼ ἐπέεσσιν ἀρεσσάμενος πυκινοῖσινπέμφʼ ὁ γέρων· οἶον δὲ Παραίβιον αὐτόθι μίμνεινκέκλετʼ ἀριστήεσσι σὺν ἀνδράσιν· αἶψα δὲ τόνγεσφωιτέρων ὀίων ὅτις ἔξοχος, εἰς ἓ κομίσσαιἧκεν ἐποτρύνας. τοῦ δʼ ἐκ μεγάροιο κιόντοςμειλιχίως ἐρέτῃσιν ὁμηγερέεσσι μετηύδα·ὦ φίλοι, οὐκ ἄρα πάντες ὑπέρβιοι ἄνδρες ἔασιν,οὐδʼ εὐεργεσίης ἀμνήμονες. ὡς καὶ ὅδʼ ἀνὴρτοῖος ἐὼν δεῦρʼ ἦλθεν, ἑὸν μόρον ὄφρα δαείη.εὖτε γὰρ οὖν ὡς πλεῖστα κάμοι καὶ πλεῖστα μογήσαι,δὴ τότε μιν περιπολλὸν ἐπασσυτέρη βιότοιοχρησμοσύνη τρύχεσκεν· ἐπʼ ἤματι δʼ ἦμαρ ὀρώρεικύντερον, οὐδέ τις ἦεν ἀνάπνευσις μογέοντι.ἀλλʼ ὅγε πατρὸς ἑοῖο κακὴν τίνεσκεν ἀμοιβὴνἀμπλακίης. ὁ γὰρ οἶος ἐν οὔρεσι δένδρεα τέμνωνδή ποθʼ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων,ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ,