ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασινἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί.τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλουςἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴκαὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖραςπειράζων, εἴθʼ ὡς πρὶν ἐυτρόχαλοι φορέονται,μηδʼ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιενοὐ μὰν αὖτʼ Ἄμυκος πειρήσατο· σῖγα δʼ ἄπωθενἑστηὼς εἰς αὐτὸν ἔχʼ ὄμματα, καί οἱ ὀρέχθειθυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺςθῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάνταςὠμούς, ἀζαλέους, περὶ δʼ οἵγʼ ἔσαν ἐσκληῶτες.αὐτὰρ ὁ τόνγʼ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα·τῶνδέ τοι ὅν κʼ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξωαὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις,ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαιἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.ὧς ἔφατʼ· αὐτὰρ ὅγʼ οὔτι παραβλήδην ἐρίδηνεν.ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,τοὺς ἕλεν ἀπροφάτως· τοῦ δʼ ἀντίος ἤλυθε Κάστωρἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δʼ ἱμάνταςἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν.τῷ δʼ αὖτʼ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειννήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.οἱ δʼ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο,αὐτίκʼ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείαςχεῖρας, ἐπʼ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσηςτρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δʼ ὑπὸ τυτθὸνἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετʼ, οὐδέ μιν εἴαδηθύνειν. ὁ δʼ ἄρʼ αἰὲν ἀνούτατος ἣν διὰ μῆτινἀίσσοντʼ ἀλέεινεν· ἀπηνέα δʼ αἶψα νοήσαςπυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων,στῆ ῥʼ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν.ὡς δʼ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοιςἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες