ἔνθα δʼ ἐπʼ ἠπείροιο Κυταιίδος, ἠδʼ Ἀμαραντῶντηλόθεν ἐξ ὀρέων πεδίοιό τε ΚιρκαίοιοΦᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει.κείνου νῆʼ ἐλάοντες ἐπὶ προχοὰς ποταμοῖοπύργους εἰσόψεσθε Κυταιέος Αἰήταο,ἄλσος τε σκιόειν Ἄρεος, τόθι κῶας ἐπʼ ἄκρηςπεπτάμενον φηγοῖο δράκων, τέρας αἰνὸν ἰδέσθαι,ἀμφὶς ὀπιπεύει δεδοκημένος· οὐδέ οἱ ἦμαρ,οὐ κνέφας ἥδυμος ὕπνος ἀναιδέα δάμναται ὄσσε.ὧς ἄρʼ ἔφη· τοὺς δʼ εἶθαρ ἕλεν δέος εἰσαΐοντας.δὴν δʼ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δʼ ἔειπενἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι·ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατʼ ἀέθλωνναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτραςπειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτιςτάσδʼ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσωἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην.πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; Αἶα δὲ ΚολχὶςΠόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν.ὧς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν·ὦ τέκος, εὖτʼ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσειἐξ Αἴης· μετὰ δʼ Αἶαν ἅλις πομπῆες ἔσονται.ἀλλά, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγὴνΚύπριδος. ἐκ γὰρ τῆς κλυτὰ πείρατα κεῖται ἀέθλων.καὶ δέ με μηκέτι τῶνδε περαιτέρω ἐξερέεσθε.ὧς φάτʼ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιὼΘρηικίου Βορέαο κατʼ αἰθέρος ἀίξαντεοὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δʼ ἀνόρουσανἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.Ζήτης δʼ ἱεμένοισιν, ἔτʼ ἄσπετον ἐκ καμάτοιοἆσθμʼ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθενἤλασαν, ἠδʼ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι,ὅρκιά τʼ εὐμενέουσα θεὰ πόρεν, αἱ δʼ ὑπέδυσανδείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης.γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροιαὐτός τʼ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγεΑἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν·ἦ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης