πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν,τῆς καὶ ὑπὲρ βορέαο περισχίζονται ἄελλαι·ὧδε μάλʼ ἂμ πέλαγος τετραμμένη αἰθέρι κύρει.τήνδε περιγνάμψαντι πολὺς παρακέκλιται· ἤδηαἰγιαλός· πολέος δʼ ἐπὶ πείρασιν Αἰγιαλοῖοἀκτῇ ἐπὶ προβλῆτι ῥοαὶ Ἅλυος ποταμοῖοδεινὸν ἐρεύγονται· μετὰ τὸν δʼ ἀγχίροος Ἶριςμειότερος λευκῇσιν ἑλίσσεται εἰς ἅλα δίναις.κεῖθεν δὲ προτέρωσε μέγας καὶ ὑπείροχος ἀγκὼνἐξανέχει γαίης· ἐπὶ δὲ στόμα Θερμώδοντοςκόλπῳ ἐν εὐδιόωντι Θεμισκύρειον ὑπʼ ἄκρηνμύρεται, εὐρείης διαειμένος ἠπείροιο.ἔνθα δὲ Δοίαντος πεδίον, σχεδόθεν δὲ πόληεςτρισσαὶ Ἀμαζονίδων, μετά τε σμυγερώτατοι ἀνδρῶντρηχεῖαν Χάλυβες καὶ ἀτειρέα γαῖαν ἔχουσιν,ἐργατίναι· τοὶ δʼ ἀμφὶ σιδήρεα ἔργα μέλονται.ἄγχι δὲ ναιετάουσι πολύρρηνες ΤιβαρηνοὶΖηνὸς Ἐυξείνοιο Γενηταίην ὑπὲρ ἄκρην.τῇ δʼ ἐπὶ Μοσσύνοικοι ὁμούριοι ὑλήεσσανἑξείης ἤπειρον, ὑπωρείας τε νέμονται,δουρατέοις πύργοισιν ἐν οἰκία τεκτήναντεςκάλινα καὶ πύργους εὐπηγέας, οὓς καλέουσινμόσσυνας· καὶ δʼ αὐτοὶ ἐπώνυμοι ἔνθεν ἔασιν.τοὺς παραμειβόμενοι λισσῇ ἐπικέλσετε νήσῳ,μήτι παντοίῃ μέγʼ ἀναιδέας ἐξελάσαντεςοἰωνούς, οἳ δῆθεν ἀπειρέσιοι ἐφέπουσιννῆσον ἐρημαίην. τῇ μέν τʼ ἐνὶ νηὸν Ἄρηοςλαΐνεον ποίησαν Ἀμαζονίδων βασίλειαιὈτρηρή τε καὶ Ἀντιόπη, ὁπότε στρατόωντο.ἔνθα γὰρ ὔμμιν ὄνειαρ ἀδευκέος ἐξ ἁλὸς εἶσινἄρρητον· τῶ καί τε φίλα φρονέων ἀγορεύωἰσχέμεν. ἀλλὰ τίη με πάλιν χρειὼ ἀλιτέσθαιμαντοσύνῃ τὰ ἕκαστα διηνεκὲς ἐξενέποντα;νήσου δὲ προτέρωσε καὶ ἠπείροιο περαίηςφέρβονται Φίλυρες· Φιλύρων δʼ ἐφύπερθεν ἔασινΜάκρωνες· μετὰ δʼ αὖ περιώσια φῦλα Βεχείρων.ἑξείης δὲ Σάπειρες ἐπὶ σφίσι ναιετάουσιν·Βύζηρες δʼ ἐπὶ τοῖσιν ὁμώλακες, ὧν ὕπερ ἤδηαὐτοὶ Κόλχοι ἔχονται ἀρήιοι. ἀλλʼ ἐνὶ νηὶπείρεθʼ, ἕως μυχάτῃ κεν ἐνιχρίμψητε θαλάσσῃ.