ἀλλὰ θαμὰ ξυνίασιν ἐναντίαι ἀλλήλῃσινεἰς ἕν, ὕπερθε δὲ πολλὸν ἁλὸς κορθύεται ὕδωρβρασσόμενον· στρηνὲς δὲ περὶ στυφελῇ βρέμει ἀκτῇ.τῶ νῦν ἡμετέρῃσι παραιφασίῃσι πίθεσθε,εἰ ἐτεὸν πυκινῷ τε νόῳ μακάρων τʼ ἀλέγοντεςπείρετε· μηδʼ αὔτως αὐτάγρετον οἶτον ὄλησθεἀφραδέως, ἢ θύνετʼ ἐπισπόμενοι νεότητι.οἰωνῷ δὴ δή πρόσθε πελειάδι πειρήσασθαινηὸς ἄπο προμεθέντες ἐφιέμεν. ἢν δὲ διʼ αὐτῶνπετράων πόντονδε σόη πτερύγεσσι δίηται,μηκέτι δὴν μηδʼ αὐτοὶ ἐρητύεσθε κελεύθου,ἀλλʼ εὖ καρτύναντες ἑαῖς ἐνὶ χερσὶν ἐρετμὰτέμνεθʼ ἁλὸς στεινωπόν· ἐπεὶ φάος οὔ νύ τι τόσσονἔσσετʼ ἐν εὐχωλῇσιν, ὅσον τʼ ἐνὶ κάρτεϊ χειρῶν.τῶ καὶ τἆλλα μεθέντες ὀνήιστον πονέεσθαιθαρσαλέως· πρὶν δʼ οὔτι θεοὺς λίσσεσθαι ἐρύκω.εἰ δέ κεν ἀντικρὺ πταμένη μεσσηγὺς ὄληται,ἄψορροι στέλλεσθαι ἐπεὶ πολὺ βέλτερον εἶξαιἀθανάτοις. οὐ γάρ κε κακὸν μόρον ἐξαλέαισθεπετράων, οὐδʼ εἴ κε σιδηρείη πέλοι Ἀργώ.ὦ μέλεοι, μὴ τλῆτε παρὲξ ἐμὰ θέσφατα βῆναι,εἰ καί με τρὶς τόσσον ὀίεσθʼ Οὐρανίδῃσιν,ὅσσον ἀνάρσιός εἰμι, καὶ εἰ πλεῖον στυγέεσθαι·μὴ τλῆτʼ οἰωνοῖο πάρεξ ἔτι νηὶ περῆσαι.καὶ τὰ μὲν ὥς κε πέλῃ, τὼς ἔσσεται. ἢν δὲ φύγητεσύνδρομα πετράων ἀσκηθέες ἔνδοθι Πόντου,αὐτίκα Βιθυνῶν ἐπὶ δεξιὰ γαῖαν ἔχοντεςπλώετε ῥηγμῖνας πεφυλαγμένοι, εἰσόκεν αὖτεῬήβαν ὠκυρόην ποταμὸν ἄκρην τε Μέλαινανγνάμψαντες νήσου Θυνηίδος ὅρμον ἵκησθε.κεῖθεν δʼ οὐ μάλα πουλὺ διὲξ ἁλὸς ἀντιπέραιανγῆν Μαριανδυνῶν ἐπικέλσετε νοστήσαντες.ἔνθα μὲν εἰς Ἀίδαο καταιβάτις ἐστὶ κέλευθος,ἄκρη τε προβλὴς Ἀχερουσιὰς ὑψόθι τείνει,δινήεις τʼ Ἀχέρων αὐτὴν διὰ νειόθι τέμνωνἄκρην ἐκ μεγάλης προχοὰς ἵησι φάραγγος.ἀγχίμολον δʼ ἐπὶ τῇ πολέας παρανεῖσθε κολωνοὺςΠαφλαγόνων, τοῖσίν τʼ Ἐνετήιος ἐμβασίλευσενπρῶτα Πέλοψ, τοῦ καί περ ἀφʼ αἵματος εὐχετόωνται.ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου,