ἄκρῃς ἐν γενύεσσι μάτην ἀράβησαν ὀδόντας·ὧς Ζήτης Κάλαΐς τε μάλα σχεδὸν ἀίσσοντεςτάων ἀκροτάτῃσιν ἐπέχραον ἤλιθα χερσίν.καί νύ κε δή σφʼ ἀέκητι θεῶν διεδηλήσαντοπολλὸν ἑκὰς νήσοισιν ἔπι Πλωτῇσι κιχόντες,εἰ μὴ ἄρʼ ὠκέα Ἶρις ἴδεν, κατὰ δʼ αἰθέρος ἆλτοοὐρανόθεν, καὶ τοῖα παραιφαμένη κατέρυκεν·οὐ θέμις, ὦ υἱεῖς Βορέω, ξιφέεσσιν ἐλάσσαιἉρπυίας, μεγάλοιο Διὸς κύνας· ὅρκια δʼ αὐτὴδώσω ἐγών, ὡς οὔ οἱ ἔτι χρίμψουσιν ἰοῦσαι.ὧς φαμένη λοιβὴν Στυγὸς ὤμοσεν, ἥ τε θεοῖσινῥιγίστη πάντεσσιν ὀπιδνοτάτη τε τέτυκται,μὴ μὲν Ἀγηνορίδαο δόμοις ἔτι τάσδε πελάσσαιεἰσαῦτις Φινῆος, ἐπεὶ καὶ μόρσιμον ἦεν.οἱ δʼ ὅρκῳ εἴξαντες ὑπέστρεφον ἂψ ἐπὶ νῆασώεσθαι. Στροφάδας δὲ μετακλείουσʼ ἄνθρωποινήσους τοῖό γʼ ἕκητι, πάρος Πλωτὰς καλέοντες.Ἄρπυιαί τʼ Ἶρίς τε διέτμαγεν. αἱ μὲν ἔδυσανκευθμῶνα Κρήτης Μινωίδος· ἡ δʼ ἀνόρουσενΟὔλυμπόνδε, θοῇσι μεταχρονίη πτερύγεσσιν.τόφρα δʼ ἀριστῆες πινόεν περὶ δέρμα γέροντοςπάντῃ φοιβήσαντες ἐπικριδὸν ἱρεύσαντομῆλα, τά τʼ ἐξ Ἀμύκοιο λεηλασίης ἐκόμισσαν.αὐτὰρ ἐπεὶ μέγα δόρπον ἐνὶ μεγάροισιν ἔθεντο,δαίνυνθʼ ἑζόμενοι· σὺν δέ σφισι δαίνυτο Φινεὺςἁρπαλέως, οἷόν τʼ ἐν ὀνείρασι θυμὸν ἰαίνων.ἔνθα δʼ, ἐπεὶ δόρποιο κορέσσαντʼ ἠδὲ ποτῆτος,παννύχιοι Βορέω μένον υἱέας ἐγρήσσοντες.αὐτὸς δʼ ἐν μέσσοισι παρʼ ἐσχάρῃ ἧστο γεραιὸςπείρατα ναυτιλίης ἐνέπων ἄνυσίν τε κελεύθου·κλῦτέ νυν. οὐ μὲν πάντα πέλει θέμις ὔμμι δαῆναιἀτρεκές· ὅσσα δʼ ὄρωρε θεοῖς φίλον, οὐκ ἐπικεύσω.ἀασάμην καὶ πρόσθε Διὸς νόον ἀφραδίῃσινχρείων ἑξείης τε καὶ ἐς τέλος. ὧδε γὰρ αὐτὸςβούλεται ἀνθρώποις ἐπιδευέα θέσφατα φαίνεινμαντοσύνης, ἵνα καί τι θεῶν χατέωσι νόοιο.πέτρας μὲν πάμπρωτον, ἀφορμηθέντες ἐμεῖο,Κυανέας ὄψεσθε δύω ἁλὸς ἐν ξυνοχῇσιν,τάων οὔτινά φημι διαμπερὲς ἐξαλέασθαι.οὐ γάρ τε ῥίζῃσιν ἐρήρεινται νεάτῃσιν,