ἡρώων, πέρι δʼ αὖτε δύω υἷας Βορέαο.δάκρυ δʼ ὀμορξαμένω σχεδὸν ἤλυθον, ὧδέ τʼ ἔειπενΖήτης, ἀσχαλόωντος ἑλὼν χερὶ χεῖρα γέροντος·Ἆ δείλʼ, οὔτινά φημι σέθεν σμυγερώτερον ἄλλονἔμμεναι ἀνθρώπων. τί νύ τοι τόσα κήδεʼ ἀνῆπται;ἦ ῥα θεοὺς ὀλοῇσι παρήλιτες ἀφραδίῃσινμαντοσύνας δεδαώς; τῶ τοι μέγα μηνιόωσιν;ἄμμι γε μὴν νόος ἔνδον ἀτύζεται ἱεμένοισινχραισμεῖν, εἰ δὴ πρόχνυ γέρας τόδε πάρθετο δαίμωννῶιν. ἀρίζηλοι γὰρ ἐπιχθονίοισιν ἐνιπαὶἀθανάτων. οὐδʼ ἂν πρὶν ἐρητύσαιμεν ἰούσαςἉρπυίας, μάλα περ λελιημένοι, ἔστʼ ἂν ὀμόσσῃς,μὴ μὲν τοῖό γʼ ἕκητι θεοῖς ἀπὸ θυμοῦ ἔσεσθαι.ὧς φάτο· τοῦ δʼ ἰθὺς κενεὰς ὁ γεραιὸς ἀνέσχενγλήνας ἀμπετάσας, καὶ ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·σίγα· μή μοι ταῦτα νόῳ ἔνι βάλλεο, τέκνον.ἴστω Λητοῦς υἱός, ὅ με πρόφρων ἐδίδαξενμαντοσύνας· ἴστω δὲ δυσώνυμος, ἥ μʼ ἔλαχεν, κὴρκαὶ τόδʼ ἐπʼ ὀφθαλμῶν ἀλαὸν νέφος, οἵ θʼ ὑπένερθενδαίμονες, οἳ μηδʼ ὧδε θανόντι περ εὐμενέοιεν,ὡς οὔ τις θεόθεν χόλος ἔσσεται εἵνεκʼ ἀρωγῆς.τὼ μὲν ἔπειθʼ ὅρκοισιν ἀλαλκέμεναι μενέαινον.αἶψα δὲ κουρότεροι πεπονήατο δαῖτα γέροντι,λοίσθιον Ἁρπυίῃσιν ἑλώριον· ἐγγύθι δʼ ἄμφωστῆσαν, ἵνα ξιφέεσσιν ἐπεσσυμένας ἐλάσειαν.καὶ δὴ τὰ πρώτισθʼ ὁ γέρων ἔψαυεν ἐδωδῆς·αἱ δʼ ἄφαρ ἠύτʼ ἄελλαι ἀδευκέες, ἢ στεροπαὶ ὥς,ἀπρόφατοι νεφέων ἐξάλμεναι ἐσσεύοντοκλαγγῇ μαιμώωσαι ἐδητύος· οἱ δʼ ἐσιδόντεςἥρωες μεσσηγὺς ἀνίαχον· αἱ δʼ ἅμʼ ἀυτῇπάντα καταβρόξασαι ὑπὲρ πόντοιο φέροντοτῆλε παρέξ· ὀδμὴ δὲ δυσάσχετος αὖθι λέλειπτο.τάων δʼ αὖ κατόπισθε δύω υἷες Βορέαοφάσγανʼ ἐπισχόμενοι ὀπίσω θέον. ἐν γὰρ ἕηκενΖεὺς μένος ἀκάματόν σφιν· ἀτὰρ Διὸς οὔ κεν ἑπέσθηννόσφιν, ἐπεὶ ζεφύροιο παραΐσσεσκον ἀέλλαςαἰέν. ὅτʼ ἐς Φινῆα καὶ ἐκ Φινῆος ἴοιεν.ὡς δʼ ὅτʼ ἐνὶ κνημοῖσι κύνες δεδαημένοι ἄγρηςἢ αἶγας κεραοὺς ἠὲ πρόκας ἰχνεύοντεςθείωσιν, τυτθὸν δὲ τιταινόμενοι μετόπισθεν