ἐσκλήκει, ῥινοὶ δὲ σὺν ὀστέα μοῦνον ἔεργον.ἐκ δʼ ἐλθὼν μεγάροιο καθέζετο γοῦνα βαρυνθεὶςοὐδοῦ ἐπʼ αὐλείοιο· κάρος δέ μιν ἀμφεκάλυψενπορφύρεος, γαῖαν δὲ πέριξ ἐδόκησε φέρεσθαινειόθεν, ἀβληχρῷ δʼ ἐπὶ κώματι κέκλιτʼ ἄναυδος.οἱ δέ μιν ὡς εἴδοντο, περισταδὸν ἠγερέθοντοκαὶ τάφον. αὐτὰρ ὁ τοῖσι μάλα μόλις ἐξ ὑπάτοιοστήθεος ἀμπνεύσας μετεφώνεε μαντοσύνῃσιν·κλῦτε, Πανελλήνων προφερέστατοι, εἰ ἐτεὸν δὴοἵδʼ ὑμεῖς, οὓς δὴ δή κρυερῇ βασιλῆος ἐφετμῇἉργῴης ἐπὶ νηὸς ἄγει μετὰ κῶας Ἰήσων.ὑμεῖς ἀτρεκέως. ἔτι μοι νόος οἶδεν ἕκασταᾗσι θεοπροπίῃσι. χάριν νύ τοι, ὦ ἄνα Λητοῦςυἱέ, καὶ ἀργαλέοισιν ἀνάπτομαι ἐν καμάτοισιν.Ἱκεσίου πρὸς Ζηνός, ὅτις ῥίγιστος ἀλιτροῖςἀνδράσι, Φοίβου τʼ ἀμφὶ καὶ αὐτῆς εἵνεκεν Ἥρηςλίσσομαι, ᾗ περίαλλα θεῶν μέμβλεσθε κιόντες,χραίσμετέ μοι, ῥύσασθε δυσάμμορον ἀνέρα λύμης,μηδέ μʼ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντεςαὔτως. οὐ γὰρ μοῦνον ἐπʼ ὀφθαλμοῖσιν Ἐρινὺςλὰξ ἐπέβη, καὶ γῆρας ἀμήρυτον ἐς τέλος ἕλκω·πρὸς δʼ ἔτι πικρότατον κρέμαται κακὸν ἄλλο κακοῖσιν.ἅρπυιαι στόματός μοι ἀφαρπάζουσιν ἐδωδὴνἔκποθεν ἀφράστοιο καταΐσσουσαι ὄλεθροι.ἴσχω δʼ οὔτινα μῆτιν ἐπίρροθον. ἀλλά κε ῥεῖααὐτὸς ἑὸν λελάθοιμι νόον δόρποιο μεμηλώς,ἢ κείνας· ὧδʼ αἶψα διηέριαι ποτέονται.τυτθὸν δʼ ἢν ἄρα δήποτʼ ἐδητύος ἄμμι λίπωσιν,πνεῖ τόδε μυδαλέον τε καὶ οὐ τλητὸν μένος ὀδμῆς·οὔ κέ τις οὐδὲ μίνυνθα βροτῶν ἄνσχοιτο πελάσσας,οὐδʼ εἴ οἱ ἀδάμαντος ἐληλάμενον κέαρ εἴη.ἀλλά με πικρὴ δῆτα καὶ ἄατος ἴσχει ἀνάγκημίμνειν καὶ μίμνοντα κακῇ ἐνὶ γαστέρι θέσθαι.τὰς μὲν θέσφατόν ἐστιν ἐρητῦσαι Βορέαουἱέας. οὐδʼ ὀθνεῖοι ἀλαλκήσουσιν ἐόντες,εἰ δὴ ἐγὼν ὁ πρίν ποτʼ ἐπικλυτὸς ἀνδράσι Φινεὺςὄλβῳ μαντοσύνῃ τε, πατὴρ δέ με γείνατʼ Ἀγήνωρ·τῶν δὲ κασιγνήτην, ὅτʼ ἐνὶ Θρῄκεσσιν ἄνασσον,Κλειοπάτρην ἕδνοισιν ἐμὸν δόμον ἦγον ἄκοιτιν.Ἴσκεν Ἀγηνορίδης· ἀδινὸν δʼ ἕλε κῆδος ἕκαστον