Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδονἐμμελέως· περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτὴμελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα.ἦμος δʼ ἠέλιος δροσερὰς ἐπέλαμψε κολώναςἐκ περάτων ἀνιών, ἤγειρε δὲ μηλοβοτῆρας,δὴ τότε λυσάμενοι νεάτης ἐκ πείσματα δάφνης,ληίδα τʼ εἰσβήσαντες ὅσην χρεὼ ἦεν ἄγεσθαι,πνοιῇ δινήεντʼ ἀνὰ Βόσπορον ἰθύνοντο.ἔνθα μὲν ἠλιβάτῳ ἐναλίγκιον οὔρεϊ κῦμαἀμφέρεται προπάροιθεν ἐπαΐσσοντι ἐοικός,αἰὲν ὑπὲρ νεφέων ἠερμένον· οὐδέ κε φαίηςφεύξεσθαι κακὸν οἶτον, ἐπεὶ μάλα μεσσόθι νηὸςλάβρον ἐπικρέμαται, καθάπερ νέφος. ἀλλὰ τόγʼ ἔμπηςστόρνυται, εἴ κʼ ἐσθλοῖο κυβερνητῆρος ἐπαύρῃ.τῶ καὶ Τίφυος οἵδε δαημοσύνῃσι νέοντο,ἀσκηθεῖς μέν, ἀτὰρ πεφοβημένοι. ἤματι δʼ ἄλλῳἀντιπέρην γαίῃ Βιθυνίδι πείσματʼ ἀνῆψαν.ἔνθα δʼ ἐπάκτιον οἶκον Ἀγηνορίδης ἔχε Φινεύς,ὃς περὶ δὴ πάντων ὀλοώτατα πήματʼ ἀνέτληεἵνεκα μαντοσύνης, τήν οἱ πάρος ἐγγυάλιξενΛητοΐδης· οὐδʼ ὅσσον ὀπίζετο καὶ Διὸς αὐτοῦχρείων ἀτρεκέως ἱερὸν νόον ἀνθρώποισιν.τῶ καί οἱ γῆρας μὲν ἐπὶ δηναιὸν ἴαλλεν,ἐκ δʼ ἕλετʼ ὀφθαλμῶν γλυκερὸν φάος· οὐδὲ γάνυσθαιεἴα ἀπειρεσίοισιν ὀνείασιν, ὅσσα οἱ αἰεὶθέσφατα πευθόμενοι περιναιέται οἴκαδʼ ἄγειρον.ἀλλὰ διὰ νεφέων ἄφνω πέλας ἀίσσουσαιἍρπυιαι στόματος χειρῶν τʼ ἀπὸ γαμφηλῇσινσυνεχέως ἥρπαζον. ἐλείπετο δʼ ἄλλοτε φορβῆςοὐδʼ ὅσον, ἄλλοτε τυτθόν, ἵνα ζώων ἀκάχοιτο.καὶ δʼ ἐπὶ μυδαλέην ὀδμὴν χέον· οὐδέ τις ἔτλημὴ καὶ λευκανίηνδε φορεύμενος, ἀλλʼ ἀποτηλοῦἑστηώς· τοῖόν οἱ ἀπέπνεε λείψανα δαιτός.αὐτίκα δʼ εἰσαΐων ἐνοπὴν καὶ δοῦπον ὁμίλουτούσδʼ αὐτοὺς παριόντας ἐπήισεν, ὧν οἱ ἰόντωνθέσφατον ἐκ Διὸς ἦεν ἑῆς ἀπόνασθαι ἐδωδῆς.ὀρθωθεὶς δʼ εὐνῆθεν, ἀκήριον ἠύτʼ ὄνειρον,βάκτρῳ σκηπτόμενος ῥικνοῖς ποσὶν ᾖε θύραζε,τοίχους ἀμφαφόων· τρέμε δʼ ἅψεα νισσομένοιοἀδρανίῃ γήραι τε· πίνῳ δέ οἱ αὐσταλέος χρὼς