εἴτʼ οὖν μειλιχίῃ πειρησόμεθʼ Αἰήταο,εἴτε καὶ ἀλλοίη τις ἐπήβολος ἔσσεται ὁρμή.ὧς ἔφατʼ· Ἄργου δʼ αὖτε παρηγορίῃσιν Ἰήσωνὑψόθι νῆʼ ἐκέλευσεν ἐπʼ εὐναίῃσιν ἐρύσσαιδάσκιον εἰσελάσαντας ἕλος· τὸ δʼ ἐπισχεδὸν ἦεννισσομένων, ἔνθʼ οἵγε διὰ κνέφας ηὐλίζοντο.ἠὼς δʼ οὐ μετὰ δηρὸν ἐελδομένοις ἐφαάνθη.