Ὠκεανὶς Φιλύρη εἰς οὔρεα μακρὰ Πελασγῶνἦλθʼ, ἵνα δὴ Χείρωνα πελώριον, ἄλλα μὲν ἵππῳ,ἄλλα θεῷ ἀτάλαντον, ἀμοιβαίῃ τέκεν εὐνῇ.κεῖθεν δʼ αὖ Μάκρωνας ἀπειρεσίην τε Βεχείρωνγαῖαν ὑπερφιάλους τε παρεξενέοντο Σάπειρας,Βύζηράς τʼ ἐπὶ τοῖσιν· ἐπιπρὸ γὰρ αἰὲν ἔτεμνονἐσσυμένως, λιαροῖο φορεύμενοι ἐξ ἀνέμοιο.καὶ δὴ νισσομένοισι μυχὸς διεφαίνετο Πόντου.καὶ δὴ Καυκασίων ὀρέων ἀνέτελλον ἐρίπναιἠλίβατοι, τόθι γυῖα περὶ στυφελοῖσι πάγοισινἰλλόμενος χαλκέῃσιν ἀλυκτοπέδῃσι Προμηθεὺςαἰετὸν ἥπατι φέρβε παλιμπετὲς ἀίσσοντα.τὸν μὲν ἐπʼ ἀκροτάτης ἴδον ἕσπερον ὀξέι ῥοίζῳνηὸς ὑπερπτάμενον νεφέων σχεδόν· ἀλλὰ καὶ ἔμπηςλαίφεα πάντʼ ἐτίναξε, παραιθύξας πτερύγεσσιν.οὐ γὰρʼ ὅγʼ αἰθερίοιο φυὴν ἔχεν οἰωνοῖο,ἶσα δʼ ἐυξέστοις ὠκύπτερα πάλλεν ἐρετμοῖς,δηρὸν δʼ. οὐ μετέπειτα πολύστονον ἄιον αὐδὴνἧπαρ ἀνελκομένοιο Προμηθέος· ἔκτυπε δʼ αἰθὴροἰμωγῇ, μέσφʼ αὖτις ἀπʼ οὔρεος ἀίσσοντααἰετὸν ὠμηστὴν αὐτὴν ὁδὸν εἰσενόησαν.ἐννύχιοι δʼ Ἄργοιο δαημοσύνῃσιν ἵκοντοΦᾶσίν τʼ εὐρὺ ῥέοντα, καὶ ἔσχατα πείρατα πόντου.αὐτίκα δʼ ἱστία μὲν καὶ ἐπίκριον ἔνδοθι κοίληςἱστοδόκης στείλαντες ἐκόσμεον· ἐν δὲ καὶ αὐτὸνἱστὸν ἄφαρ χαλάσαντο παρακλιδόν· ὦκα δʼ ἐρετμοῖςεἰσέλασαν ποταμοῖο μέγαν ῥόον· αὐτὰρ ὁ πάντῃκαχλάζων ὑπόεικεν. ἔχον δʼ ἐπʼ ἀριστερὰ χειρῶνΚαύκασον αἰπήεντα Κυταιίδα τε πτόλιν Αἴης,ἔνθεν δʼ αὖ πεδίον τὸ Ἀρήιον ἱερά τʼ ἄλσητοῖο θεοῦ, τόθι κῶας ὄφις εἴρυτο δοκεύωνπεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.αὐτὸς δʼ Αἰσονίδης χρυσέῳ ποταμόνδε κυπέλλῳοἴνου ἀκηρασίοιο μελισταγέας χέε λοιβὰςΓαίῃ τʼ ἐνναέταις τε θεοῖς ψυχαῖς τε καμόντωνἡρώων· γουνοῦτο δʼ ἀπήμονας εἶναι ἀρωγοὺςεὐμενέως, καὶ νηὸς ἐναίσιμα πείσματα δέχθαι.αὐτίκα δʼ Ἀγκαῖος τοῖον μετὰ μῦθον ἔειπεν·Κολχίδα μὲν δὴ γαῖαν ἱκάνομεν ἠδὲ ῥέεθραΦάσιδος· ὥρη δʼ ἧμιν ἐνὶ σφίσι μητιάασθαι,