ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντοΑἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτʼ Ἰήσων.ὡς δʼ ὅτʼ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλʼ ἐφόβησανἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντεςλάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων,μαίονται δʼ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν,πόλλʼ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὔτωςστείνονται πίπτοντα περὶ σφίσιν· ὧς ἄρα τοίγελευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρεςἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,αἱ δʼ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳβομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντικαπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν·ὧς οἵγʼ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλʼ ἐκέδασθενεἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες·νήπιοι, οὐδʼ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλοπῆμʼ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶἠδʼ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιοκαὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος.αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.οἱ δʼ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον·ἤδη δʼ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντοἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν·Φράζεσθʼ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν,εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρʼ ἐκόμισσεν.ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπαοὐδʼ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλʼ ὅτε θεσμοὺςἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευενθεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι.ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντεςπόντον ἐπέπλωμεν· μάλα δʼ ἡμέων αὐτὸς ἕκαστοςεἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος.ὧς ἄρʼ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇς ἐτέτυκτο.καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τʼ ἀνδρῶνοὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλὰςῥέξαντες μέγα δόρπον ἐφώπλισαν· οὐδέ τινʼ ὕπνοςεἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν.ξανθὰ δʼ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπαἀγχιάλῳ, τῇ, ἀκτῇ ἔπι, πρυμνήσιʼ ἀνῆπτο,