Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι·ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτʼ ἀρωγῆςσχήσεται, οὐδʼ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται.ἀλλʼ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρενΑἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι.στεῦται δʼ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχωνἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρεισμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.οὐ μὰν οὐδʼ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταοῥηίδιον, τοῖός μιν ὄφις περί τʼ ἀμφί τʼ ἔρυταιἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖʼ ἀνέφυσενΚαυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷβλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δʼ αὔτωςοὔρεα καὶ πεδίον Νυσήιον, ἔνθʼ ἔτι νῦν περκεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.ὧς ἄρʼ ἔφη· πολέεσσι δʼ ἐπὶ χλόος εἷλε παρειὰςαὐτίκα, τοῖον ἄεθλον ὅτʼ ἔκλυον. αἶψα δὲ Πηλεὺςθαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε·μηδʼ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ.οὔτε γὰρ ὧδʼ ἀλκὴν ἐπιδευόμεθʼ, ὥστε χερείουςἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι.ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιοκεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας.τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.ὧς οἵγʼ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,μέσφʼ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν.ἦρι δʼ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος·ἱστία δʼ ἤειραν, τὰ δʼ ὑπαὶ ῥιπῆς ἀνέμοιοτείνετο· ῥίμφα δὲ νῆσον ἀποπροέλειπον Ἄρηος.νυκτὶ δʼ ἐπιπλομένῃ Φιλυρηίδα νῆσον ἄμειβον·ἔνθα μὲν Οὐρανίδης Φιλύρῃ Κρόνος, εὖτʼ ἐν ὈλύμπῳΤιτήνων ἤνασσεν, ὁ δὲ Κρηταῖον ὑπʼ ἄντρονΖεὺς ἔτι Κουρήτεσσι μετετρέφετʼ Ἰδαίοισιν,Ῥείην ἐξαπαφὼν ἐξαπαφών παρελέξατο· τοὺς δʼ ἐνὶ λέκτροιςτέτμε θεὰ μεσσηγύς· ὁ δʼ ἐξ εὐνῆς ἀνορούσαςἔσσυτο χαιτήεντι φυὴν ἐναλίγκιος ἵππῳ·ἡ δʼ αἰδοῖ χῶρόν τε καὶ ἤθεα κεῖνα λιποῦσα