ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντεςλίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.Κρηθεὺς γάρ ῥʼ Ἀθάμας τε κασίγνητοι γεγάασιν.Κρηθῆος δʼ υἱωνὸς ἐγὼ σὺν τοισίδʼ ἑταίροιςἙλλάδος ἐξ αὐτῆς νέομʼ ἐς πόλιν Αἰήταο.ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν.νῦν δʼ ἕσσασθε πάροιθεν· ὑπʼ ἐννεσίῃσι δʼ ὀίωἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,μῆλʼ ἱερευσόμενοι· περὶ δʼ ἐσχάρῃ ἐστήσαντοἐσσυμένως, ἥ τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦστιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστοἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.οὐδέ σφιν θέμις ἦεν, ὅτʼ ἀντιπέρηθεν ἵκοιντο,μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν·ἀλλʼ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο,δὴ τότ ἄρʼ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·Ζεὺς ἐτεῇ τὰ ἕκαστʼ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρεςλήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι.ὡς μὲν γὰρ πατέρʼ ὑμὸν ὑπεξείρυτο φόνοιομητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον·ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσενχείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδʼ ἐπὶ νηὸςἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετʼ Αἶαν,εἶτε μετʼ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷδούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργοςτεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμʼ ἐκέδασσεν,πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τʼ ἐνὶ πόντῳστεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.ἀλλʼ ἄγεθʼ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισινκῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθεκαὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰςστέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.ἴσκε παρηγορέων· οἱ δʼ ἔστυγον εἰσαΐοντες.οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταοκῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δʼ ἔειπεν