υἱῆας Φρίξοιο μετʼ ἠιόνας βάλε νήσουνύχθʼ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρλῆξεν ἅμʼ ἠελίῳ· τάχα δʼ ἐγγύθεν ἀντεβόλησανἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον·Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστεἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν.πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαινηὸς ἀεικελίης διὰ δούρατα πάντʼ ἐκέδασσαν,ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες.τούνεκα νῦν ὑμέας γουναζόμεθʼ, αἴ κε πίθησθε,δοῦναι ὅσον τʼ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαιἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι.ἀλλʼ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθεΞεινίου Ἱκεσίου τε· Διὸς δʼ ἄμφω ἱκέται τεκαὶ ξεῖνοι· ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται.τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν,μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι·ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες.ἀλλʼ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίηςναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει,αὐτῶν θʼ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην.τὸν δʼ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι·Αἰολίδην Φρίξον τινʼ ἀφʼ Ἑλλάδος Αἶαν ἱκέσθαιἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί,Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο,κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκενἙρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε.τὸν μὲν ἔπειτʼ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσινΦυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτοΑἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξενΧαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο.τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλʼ ὁ μὲν ἤδηγηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν·ἡμεῖς δʼ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντεςνεύμεθʼ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις,τῷ δὲ Μέλας· ἐμὲ δʼ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον.ὧς φάτʼ· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο,καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων