τοίη ἄρʼ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατʼ ἀυτή.οὐδέ τινʼ οἰωνῶν ἔτʼ ἐσέδρακον, ἀλλʼ ὅτε νήσῳχρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκʼ ἄρʼ οἵγεμυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο.ὡς δʼ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζανἐκ νεφέων ἀνά τʼ ἄστυ καὶ οἰκία, τοὶ δʼ ὑπὸ τοῖσινἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντεςἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρηἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον·ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντεςὕψι μάλʼ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης.τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαιἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειταποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖοἐξ Αἴης ἐνέοντο παρʼ Αἰήταο Κυταίου,Κολχίδα νῆʼ ἐπιβάντες, ἵνʼ ἄσπετον ὄλβον ἄρωνταιπατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον.καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ.Ζεὺς δʼ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι,ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο·αὐτὰρ ὅγʼ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλʼ ἐτίνασσεντυτθὸν ἐπʼ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν·νυκτὶ δʼ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμακεκληγὼς πνοιῇσι· κελαινὴ δʼ οὐρανὸν ἀχλὺςἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετʼ ἰδέσθαιἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο.οἱ δʼ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον,υἱῆες Φρίξοιο φέρονθʼ ὑπὸ κύμασιν αὔτως.ἱστία δʼ ἐξήρπαξʼ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴννῆα διάνδιχʼ ἔαξε τινασσομένην ῥοθίοισιν.ἔνθα δʼ ὑπʼ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντεςδούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις.καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο,κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας.αὐτίκα δʼ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντονκαὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσουχώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο.τοὺς δʼ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ