καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης,ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖολυσάμενος τελαμῶνα κατήορον· ἐκ δʼ ἐφαάνθηἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρωςΕὐρυτίδης Κλυτίος—πρὸ γὰρ ἀγκύλα τείνατο τόξα,ἧκε δʼ ἐπʼ οἰωνὸν ταχινὸν βέλος—αὐτὰρ ἔπειταπλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός.τοῖσιν δʼ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο·νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς· ἴστε καὶ αὐτοὶτούσδʼ ὄρνιθας ἰδόντες. ἐγὼ δʼ οὐκ ἔλπομαι ἰοὺςτόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τινʼ ἄλληνμῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γʼ ἐπικέλσαιμέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν.οὐδὲ γὰρ Ἡρακλέης, ὁπότʼ ἤλυθεν Ἀρκαδίηνδε,πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνηςὤσασθαι τόξοισι, τὸ μέν τʼ ἐγὼ αὐτὸς ὄπωπα.ἀλλʼ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσωνδούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δʼ ἐφέβοντοτηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι.τῶ καὶ νῦν τοίην τινʼ ἐπιφραζώμεθα μῆτιν·αὐτὸς δʼ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι.ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας,ἡμίσεες μὲν ἐρέσσετʼ ἀμοιβαδίς, ἡμίσεες δὲδούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα.αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτʼ ἀυτὴνἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνταινεύοντάς τε λόφους καὶ ἐπήορα δούραθʼ ὕπερθεν.εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότʼ ἔπειτασὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον.ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐπίρροθος ἥνδανε μῆτις.ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντοδεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντοφοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον·τοὶ δʼ αὖτʼ ἐγχείῃσι καὶ ἀσπίσι νῆʼ ἐκάλυψαν.ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ,δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ,ἄλλῳ δʼ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν·ὧς οἵγʼ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν.οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιοἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες,