ἔνθα δʼ ἔσαν σταθμοί τε βοῶν αὖλίς τʼ Ἀμύκοιο,Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφητίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσαΒιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν·ὅς τʼ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν,μήτινʼ ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖοπυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν.καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαιναυτιλίης, οἵ τʼ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν,τοῖον δʼ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον·Κέκλυθʼ, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἔοικεν.οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαιἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ,πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι.τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλουπυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι.εἰ δʼ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας,ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετʼ ἀνάγκη.ἦ ῥα μέγα φρονέων· τοὺς δʼ ἄγριος εἰσαΐονταςεἷλε χόλος· περὶ δʼ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή.αἶψα δʼ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε·ἴσχεο νῦν, μηδʼ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι,φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις.αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.ὧς φάτʼ ἀπηλεγέως· ὁ δʼ ἐσέδρακεν ὄμμαθʼ ἑλίξας,ὥστε λέων ὑπʼ ἄκοντι τετυμμένος, ὅν τʼ ἐν ὄρεσσινἀνέρες ἀμφιπένονται· ὁ δʼ ἰλλόμενός περ ὁμίλῳτῶν μὲν ἔτʼ οὐκ ἀλέγει, ἐπὶ δʼ ὄσσεται οἰόθεν οἶονἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδʼ ἐδάμασσεν.ἔνθʼ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶροςλεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναιὤπασε Λημνιάδων· ὁ δʼ ἐρεμνὴν δίπτυχα λώπηναὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖανκάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο.αὐτίκα δʼ ἐγγύθι χῶρον ἑαδότα παπτήναντεςἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι.ἀλλʼ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆςΓαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθενχωομένη Διὶ τίκτεν· ὁ δʼ οὐρανίῳ ἀτάλαντος