τοὺς δʼ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸςΚύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθληνἔκλυον, οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο,καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόνταςἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι,ἔνθʼ οἵγʼ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνιεἱσάμενοι παρὰ θῖνα, θυηπολίης τʼ ἐμέλοντο ἐμελοντο .δῶκεν δʼ αὐτὸς ἄναξ λαρὸν μέθυ δευομένοισινμῆλά θʼ ὁμοῦ· δὴ γάρ οἱ ἔην φάτις, εὖτʼ ἂν ἵκωνταιἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγεμείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι.ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι,οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο·ἀλλʼ ἔτι οἱ κατὰ δώματʼ ἀκήρατος ἦεν ἄκοιτιςὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα,Κλείτη ἐυπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸςθεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν.ἀλλὰ καὶ ὧς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφηςτοῖς μέτα δαῖτʼ ἀλέγυνε, βάλεν δʼ ἀπὸ δείματα θυμοῦ.ἀλλήλους δʼ ἐρέεινον ἀμοιβαδίς· ἤτοι ὁ μέν σφεωνπεύθετο ναυτιλίης ἄνυσιν, Πελίαό τʼ ἐφετμάς·οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπανταεὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸἠείδει καταλέξαι ἐελδομένοισι δαῆναι.ἠοῖ δʼ εἰσανέβαν μέγα Δίνδυμον, ὄφρα καὶ αὐτοὶθηήσαιντο πόρους κείνης ἁλός· ἐκ δʼ ἄρα τοίγενῆα Χυτοῦ λιμένος προτέρω ἐξήλασαν ὅρμον·ἥδε δʼ Ἰησονίη πέφαται ὁδός, ἥνπερ ἔβησαν.Γηγενέες δʼ ἑτέρωθεν ἀπʼ οὔρεος ἀίξαντεςφράξαν ἀπειρεσίοιο Χυτοῦ στόμα νειόθι πέτρῃςπόντιον, οἷά τε θῆρα λοχώμενοι ἔνδον ἐόντα.ἀλλὰ γὰρ αὖθι λέλειπτο σὺν ἀνδράσιν ὁπλοτέροισινἩρακλέης, ὃς δή σφι παλίντονον αἶψα τανύσσαςτόξον ἐπασσυτέρους πέλασε χθονί· τοὶ δὲ καὶ αὐτοὶπέτρας ἀμφιρρῶγας ἀερτάζοντες ἔβαλλον.δὴ γάρ που κἀκεῖνα θεὰ τρέφεν αἰνὰ πέλωραἭρη, Ζηνὸς ἄκοιτις, ἀέθλιον Ἡρακλῆι.σὺν δὲ καὶ ὧλλοι δῆθεν ὑπότροποι ἀντιόωντες,πρίν περ ἀνελθέμεναι σκοπιήν, ἥπτοντο φόνοιογηγενέων ἥρωες ἀρήιοι, ἠμὲν ὀιστοῖς