δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν.κεῖθεν δʼ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντουἱέμενοι τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίηνἼμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιοδυομένου Χερόνησον ἐπὶ προύχουσαν ἵκοντο.ἔνθα σφιν λαιψηρὸς ἄη νότος, ἱστία δʼ οὔρῳστησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθραεἰσέβαλον· πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτοἦρι, τὸ δʼ ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἀκτῆςμέτρεον, Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες.Δαρδανίην δὲ λιπόντες ἐπιπροσέβαλλον Ἀβύδῳ,Περκώτην δʼ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσανἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν.καὶ δὴ τοίγʼ ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσηςδίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον.ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσοςτυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιοεἰς ἅλα κεκλιμένη, ὅσσον τʼ ἐπιμύρεται ἰσθμὸςχέρσῳ ἐπιπρηνὴς καταειμένος· ἐν δέ οἱ ἀκταὶἀμφίδυμοι, κεῖνται δʼ ὑπὲρ ὕδατος Αἰσήποιο.Ἄρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες·καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἐνναίουσινΓηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι.ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται,αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δʼ ὑπένερθεντέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι.ἰσθμὸν δʼ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντοἀνέρες· ἐν δʼ ἥρως Αἰνήιος υἱὸς ἄνασσενΚύζικος, ὃν κούρη δίου τέκεν ΕὐσώροιοΑἰνήτη. τοὺς δʼ οὔτι καὶ ἔκπαγλοί περ ἐόντεςΓηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ·τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες.ἔνθʼ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισινΘρηικίοις, Καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν.κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντεςΤίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο,κρήνῃ ὑπʼ Ἀρτακίῃ· ἕτερον δʼ ἕλον, ὅστις ἀρήρει,βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις ἙκάτοιοΝηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντοἱερόν, ἣ θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης.