ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλονκαρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγεἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο,χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον,εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι.ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσαΑἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος·Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροιςχρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντααὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσοςσκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσωδή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι.ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραιςἄλλων ἐκ πολίων· ἀλλʼ οὐ σύγε τήνδε μενοινὴνσχήσεις, οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι.μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδηὙψιπύλης· λίπε δʼ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμιπρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν·Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτοἐκ μακάρων· τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείωἴσχανʼ, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητιναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαιτηλοῦ ἀναπλώοντι, σὺ δʼ ἄρσενα παῖδα τέκηαι,πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦπατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγετέτμῃ ἔτι ζώοντας, ἵνʼ ἄνδιχα τοῖο ἄνακτοςσφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.ἦ, καὶ ἔβαινʼ ἐπὶ νῆα παροίτατος· ὧς δὲ καὶ ἄλλοιβαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν ἐρετμὰἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν Ἄργοςλῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθʼ ἄρα τοίγεκόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν.ἑσπέριοι δʼ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαννῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντεςἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμισταςσωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο.τῶν μὲν ἔτʼ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴνῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα