χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δʼ ὀπίσσωβῆ ῥʼ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαιμυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάωνἐξέμολεν. μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαιςἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι,μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν,τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια·καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκονῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσενἩφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτιςναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος.ἔνθʼ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτοΑἰσονίδης· οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος,Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτοαὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθεικαπνῷ κνισήεντι περίπλεον· ἔξοχα δʼ ἄλλωνἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴνΚύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο.ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦενναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες,εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶνἩρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν·δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργειἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημενκεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδενναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶνἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶαςαὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροιςὙψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνονπαισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτληὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι·ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαισπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν.ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαιπέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν