πλαγχθέντας Λιβύης ἐνὶ πείρασι δῃωθῆναι,ὡς οὐκ ἀνθρώποισι κακὸν μήκιστον ἐπαυρεῖν,ὁππότε κἀκείνους Λιβύῃ ἔνι ταρχύσαντο,τόσσον ἑκὰς Κόλχων, ὅσσον τέ περ ἠελίοιομεσσηγὺς δύσιές τε καὶ ἀντολαὶ εἰσορόωνται.τῷ δʼ ἄρʼ ἐπὶ Κλυτίος τε καὶ Ἴφιτος ἠγερέθοντο,Οἰχαλίης ἐπίουροι, ἀπηνέος Εὐρύτου υἷες,Εὐρύτου, ᾧ πόρε τόξον Ἑκηβόλος· οὐδʼ ἀπόνητοδωτίνης· αὐτῷ γὰρ ἑκὼν ἐρίδηνε δοτῆρι.τοῖσι δʼ ἐπʼ Αἰακίδαι μετεκίαθον· οὐ μὲν ἅμʼ ἄμφω,οὐδʼ ὁμόθεν· νόσφιν γὰρ ἀλευάμενοι κατένασθενΑἰγίνης, ὅτε Φῶκον ἀδελφεὸν ἐξενάριξανἀφραδίῃ. Τελαμὼν μὲν ἐν Ἀτθίδι νάσσατο νήσῳ·Πηλεὺς δὲ Φθίῃ ἐνὶ δώματα ναῖε λιασθείς.τοῖς δʼ ἐπὶ Κεκροπίηθεν ἀρήιος ἤλυθε Βούτης,παῖς ἀγαθοῦ Τελέοντος, ἐυμμελίης τε Φάληρος.Ἄλκων μιν προέηκε πατὴρ ἑός· οὐ μὲν ἔτʼ ἄλλουςγήραος υἷας ἔχεν βιότοιό τε κηδεμονῆας.ἀλλά ἑ τηλύγετόν περ ὁμῶς καὶ μοῦνον ἐόνταπέμπεν, ἵνα θρασέεσσι μεταπρέποι ἡρώεσσιν.Θησέα δʼ, ὃς περὶ πάντας Ἐρεχθεΐδας ἐκέκαστο,Ταιναρίην ἀίδηλος ὑπὸ χθόνα δεσμὸς ἔρυκεν,Πειρίθῳ ἑσπόμενον κοινὴν ὁδόν· ἦ τέ κεν ἄμφωῥηίτερον καμάτοιο τέλος πάντεσσιν ἔθεντο.Τῖφυς δʼ Ἁγνιάδης Σιφαέα κάλλιπε δῆμονΘεσπιέων, ἐσθλὸς μὲν ὀρινόμενον προδαῆναικῦμʼ ἁλὸς εὐρείης, ἐσθλὸς δʼ ἀνέμοιο θυέλλαςκαὶ πλόον ἠελίῳ τε καὶ ἀστέρι τεκμήρασθαι.αὐτή μιν Τριτωνὶς ἀριστήων ἐς ὅμιλονὦρσεν Ἀθηναίη, μετὰ δʼ ἤλυθεν ἐλδομένοισιν.αὐτὴ γὰρ καὶ νῆα θοὴν κάμε· σὺν δέ οἱ Ἄργοςτεῦξεν Ἀρεστορίδης κείνης ὑποθημοσύνῃσιν.τῶ καὶ πασάων προφερεστάτη ἔπλετο νηῶν,ὅσσαι ὑπʼ εἰρεσίῃσιν ἐπειρήσαντο θαλάσσης.Φλίας δʼ αὖτʼ ἐπὶ τοῖσιν Ἀραιθυρέηθεν ἵκανεν,ἔνθʼ ἀφνειὸς ἔναιε Διωνύσοιο ἕκητι,πατρὸς ἑοῦ, πηγῇσιν ἐφέστιος Ἀσωποῖο.Ἀργόθεν αὖ Ταλαὸς καὶ Ἀρήιος, υἷε Βίαντος,ἤλυθον ἴφθιμός τε Λεώδοκος, οὓς τέκε ΠηρὼΝηληίς· τῆς δʼ ἀμφὶ δύην ἐμόγησε βαρεῖαν