ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραιςδεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτιςΚύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην.δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων,ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας·αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον,σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτʼ αὖτιςὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶπῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκναγνήσιʼ ἐνὶ μεγάροις, σκοτίη δʼ ἀνέτελλε γενέθλη.αὔτως δʼ ἀδμῆτές τε κόραι, χῆραί τʼ ἐπὶ τῇσινμητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο.οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός,εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτομητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδʼ ἀπὸ μητρὸςλώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον·οὐδὲ κασιγνήτοισι κασιγνήτη μέλε μελε θυμῷ.ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισινἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο·εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος,ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοιςδέχθαι, ἵνʼ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃαὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο.οἱ δʼ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτοἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθʼ ἔτι νῦν περΘρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν.τῶ ὑμεῖς στρωφᾶσθʼ ἐπιδήμιοι· εἰ δέ κεν αὖθιναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τʼ ἂν ἔπειταπατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σʼ οἴωγαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλωννήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν.ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπεςμύθους ἡμετέρους, μηδʼ ἔκτοθι μίμνε πόληος.Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθηἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπενὙψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμενχρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις.εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτʼ ἂν ἕκασταἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθωσοίγʼ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων