μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γεδῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα.ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περεἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς.κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν,ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαιβάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο.τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης.δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ ἈταλάντηΜαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν,πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαιτὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην,δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι.βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος,ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιννύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα,καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγεικαλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιοπαρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντοςἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες·τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως.καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν,δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες,γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσαςνίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανενὙψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναιδικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν.ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντιἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσαἀντία δεσποίνης· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσαπαρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγεαἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν·ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργωνἧσθʼ αὔτως; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ,ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιοπυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσανἐξερέω νημερτές, ἵνʼ εὖ γνοίητε καὶ αὐτοί.εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν,τηνίκα Θρηικίην, οἵ τʼ ἀντία ναιετάουσιν,δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους