αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον,δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσενΠαλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸςἈργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόνταὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος.δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο,ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳτέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ,Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδηπαμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνονἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκονσφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ,Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβηκεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίουςἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζενοὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνωνἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρηἑξείης δʼ ἤσκητο βαθυπλόκαμος ΚυθέρειαἌρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμουπῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνοςνέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτωςχαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι.ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶνΤηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος·οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι,ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼνἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας.ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσωνἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια·τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους,σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼςἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιοπῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο,βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης