εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσωμυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει,εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες,κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε.πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαιςαὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραιςγειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται;ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασινκῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδηγαῖαν ἐφέσσεσθαι, κτερέων ἀπὸ μοῖραν ἑλοῦσαναὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι.ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή,εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσανὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφινμῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτοὙψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα·εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή,ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν·ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα,ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει,ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω·καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν,κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι.ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον,χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγεπασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν,Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν,ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ·καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε,κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος.Ὑψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντοςτηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγεπέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.