Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαιἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο,σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντωνἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντοςδίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη·ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰςἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθουςΑἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν;ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόνταςἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖπείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο.Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαιεἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια.καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο,αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν·Ὦ φίλαι φιλαι , εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμενἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργωνμίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντεςἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηταιβάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπανθυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν.ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις·ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη,ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖολάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ,γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν,βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι.τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντοἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις.στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴνἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν·δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ,πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο,αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλοςδυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται;ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει.