ἦρι δὲ νισσομένοισιν Ἄθω ἀνέτελλε κολώνηΘρηικίη, ἣ τόσσον ἀπόπροθι Λῆμνον ἐοῦσαν,ὅσσον ἐς ἔνδιόν κεν ἐύστολος ὁλκὰς ἀνύσσαι,ἀκροτάτῃ κορυφῇ σκιάει, καὶ ἐσάχρι Μυρίνης.τοῖσιν δʼ αὐτῆμαρ μὲν ἄεν καὶ ἐπὶ ἐπι κνέφας οὖροςπάγχυ μάλʼ ἀκραής, τετάνυστο δὲ λαίφεα νηός.αὐτὰρ ἅμʼ ἠελίοιο βολαῖς ἀνέμοιο λιπόντοςεἰρεσίῃ κραναὴν Σιντηίδα Λῆμνον ἵκοντο.ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶννηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι.δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκαςἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιντρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθενΘρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζενΚύπριδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν.ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι.οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίταςἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσωμήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν.οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸςὙψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν·λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι,αἴ κε φύγῃ. καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντοπρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαννῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντινηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα.τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειντεύχεα, πυροφόρους τε διατμήξασθαι ἀρούραςῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων,οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπηςἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντονδείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν.τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ,αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνηςδήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο,Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνεινΘρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλειαδῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντοἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν