Τίφυος, ὅς ῥʼ ἐνὶ χερσὶν ἐύξοα τεχνηέντωςπηδάλιʼ ἀμφιέπεσκʼ, ὄφρʼ ἔμπεδον ἐξιθύνοι,δή ῥα τότε μέγαν ἱστὸν ἐνεστήσαντο μεσόδμῃ,δῆσαν δὲ προτόνοισι, τανυσσάμενοι ἑκάτερθεν,κὰδ δʼ αὐτοῦ λίνα χεῦαν, ἐπʼ ἠλακάτην ἐρύσαντες.ἐν δὲ λιγὺς πέσεν οὖρος· ἐπʼ ἰκριόφιν δὲ κάλωαςξεστῇσιν περόνῃσι διακριδὸν ἀμφιβαλόντεςΤισαίην εὔκηλοι ὑπὲρ δολιχὴν θέον ἄκρην.τοῖσι δὲ φορμίζων εὐθήμονι μέλπεν ἀοιδῇΟἰάγροιο πάις νηοσσόον εὐπατέρειανἌρτεμιν, ἣ κείνας σκοπιὰς ἁλὸς ἀμφιέπεσκενῥυομένη καὶ γαῖαν Ἰωλκίδα· τοὶ δὲ βαθείηςἰχθύες ἀίσσοντες ὕπερθʼ ἁλός, ἄμμιγα παύροιςἄπλετοι, ὑγρὰ κέλευθα διασκαίροντες ἕποντο.ὡς δʼ ὁπότʼ ἀγραύλοιο κατʼ ἴχνια σημαντῆροςμυρία μῆλʼ ἐφέπονται ἄδην κεκορημένα ποίηςεἰς αὖλιν, ὁ δέ τʼ εἶσι πάρος σύριγ γι λιγείῃκαλὰ μελιζόμενος νόμιον μέλος, ὧς ἄρα τοίγεὡμάρτευν· τὴν δʼ αἰὲν ἐπασσύτερος φέρεν οὖρος.αὐτίκα δʼ ἠερίη πολυλήιος αἶα Πελασγῶνδύετο, Πηλιάδας δὲ παρεξήμειβον ἐρίπναςαἰὲν ἐπιπροθέοντες· ἔδυνε δὲ Σηπιὰς ἄκρη,φαίνετο δʼ εἰναλίη Σκίαθος, φαίνοντο δʼ ἄπωθενΠειρεσιαὶ Μάγνησά θʼ ὑπεύδιος ἠπείροιοἀκτὴ καὶ τύμβος Δολοπήιος· ἔνθʼ ἄρα τοίγεἑσπέριοι ἀνέμοιο παλιμπνοίῃσιν ἔκελσαν,καί μιν κυδαίνοντες ὑπὸ κνέφας ἔντομα μήλωνκεῖαν, ὀρινομένης ἁλὸς οἴδματι· διπλόα δʼ ἀκταῖςἤματʼ ἐλινύεσκον· ἀτὰρ τριτάτῳ προέηκαννῆα, τανυσσάμενοι περιώσιον ὑψόθι λαῖφος.τὴν δʼ ἀκτὴν Ἀφέτας Ἀργοῦς ἔτι κικλήσκουσιν.ἔνθεν δὲ προτέρωσε παρεξέθεον Μελίβοιαν.ἀκτήν τʼ αἰγιαλόν τε δυσήνεμον εἰσορόωντες.ἠῶθεν δʼ Ὁμόλην αὐτοσχεδὸν εἰσορόωντεςπόντῳ κεκλιμένην παρεμέτρεον· οὐδʼ ἔτι δηρὸνμέλλον ὑπὲκ ποταμοῖο βαλεῖν Ἀμύροιο ῥέεθρα.κεῖθεν δʼ Εὐρυμενάς τε πολυκλύστους τε φάραγγαςὌσσης Οὐλύμποιό τʼ ἐσέδρακον· αὐτὰρ ἔπειτακλίτεα Παλλήναια, Καναστραίην ὑπὲρ ἄκρην,ἤνυσαν ἐννύχιοι πνοιῇ ἀνέμοιο θέοντες.