εὔδιοι ἐκλύζοντο τινασσομένης ἁλὸς ἄκραι,δὴ τότʼ ἀνέγρετο Τῖφυς· ἄφαρ δʼ ὀρόθυνεν ἑταίρουςβαινέμεναί τʼ ἐπὶ νῆα καὶ ἀρτύνασθαι ἐρετμά.σμερδαλέον δὲ λιμὴν Παγασήιος ἠδὲ καὶ αὐτὴΠηλιὰς ἴαχεν Ἀργὼ ἐπισπέρχουσα νέεσθαι.ἐν γάρ οἱ δόρυ θεῖον ἐλήλατο, τό ῥʼ ἀνὰ μέσσηνστεῖραν Ἀθηναίη Δωδωνίδος ἥρμοσε φηγοῦ.οἱ δʼ ἀνὰ σέλματα βάντες ἐπισχερὼ ἀλλήλοισιν,ὡς ἐδάσαντο πάροιθεν ἐρεσσέμεν ᾧ ἐνὶ χώρῳ,εὐκόσμως σφετέροισι παρʼ ἔντεσιν ἑδριόωντο.μέσσῳ δʼ Ἀγκαῖος μέγα τε σθένος Ἡρακλῆοςἵζανον· ἄγχι δέ οἱ ῥόπαλον θέτο, καί οἱ ἔνερθενποσσὶν ὑπεκλύσθη νηὸς τρόπις.· εἵλκετο δʼ ἤδηπείσματα, καὶ μέθυ λεῖβον ὕπερθʼ ἁλός. αὐτὰρ Ἰήσωνδακρυόεις γαίης ἀπὸ πατρίδος ὄμματʼ ἔνεικεν.οἱ δʼ, ὥστʼ ἠίθεοι Φοίβῳ χορὸν ἢ ἐνὶ Πυθοῖἤ που ἐν Ὀρτυγίῃ, ἢ ἐφʼ ὕδασιν Ἰσμηνοῖοστησάμενοι, φόρμιγγος ὑπαὶ περὶ βωμὸν ὁμαρτῇἐμμελέως κραιπνοῖσι πέδον ῥήσσωσι πόδεσσιν·ὧς οἱ ὑπʼ Ὀρφῆος κιθάρῃ πέπληγον ἐρετμοῖςπόντου λάβρον ὕδωρ, ἐπὶ δὲ ῥόθια κλύζοντο·ἀφρῷ δʼ ἔνθα καὶ ἔνθα κελαινὴ κήκιεν ἅλμηδεινὸν μορμύρουσα ἐρισθενέων μένει ἀνδρῶν.στράπτε δʼ ὑπʼ ἠελίῳ φλογὶ εἴκελα νηὸς ἰούσηςτεύχεα· μακραὶ δʼ αἰὲν ἐλευκαίνοντο κέλευθοι,ἀτραπὸς ὣς χλοεροῖο διειδομένη πεδίοιο.πάντες δʼ οὐρανόθεν λεῦσσον θεοὶ ἤματι κείνῳνῆα καὶ ἡμιθέων ἀνδρῶν μένος, οἳ τότʼ ἄριστοιπόντον ἐπιπλώεσκον· ἐπʼ ἀκροτάτῃσι δὲ νύμφαιΠηλιάδες κορυφῇσιν ἐθάμβεον εἰσορόωσαιἔργον Ἀθηναίης Ἰτωνίδος, ἠδὲ καὶ αὐτοὺςἥρωας χείρεσσιν ἐπικραδάοντας ἐρετμά.αὐτὰρ ὅγʼ ἐξ ὑπάτου ὄρεος κίεν ἄγχι θαλάσσηςΧείρων Φιλλυρίδης, πολιῇ δʼ ἐπὶ κύματος ἀγῇτέγγε πόδας, καὶ πολλὰ βαρείῃ χειρὶ κελεύων,νόστον ἐπευφήμησεν ἀκηδέα νισσομένοισιν.σὺν καί οἱ παράκοιτις ἐπωλένιον φορέουσαΠηλεΐδην Ἀχιλῆα, φίλῳ δειδίσκετο πατρί.οἱ δʼ ὅτε δὴ λιμένος περιηγέα κάλλιπον ἀκτὴνφραδμοσύνῃ μήτι τε δαΐφρονος Ἁγνιάδαο