τοῖα φάτις καὶ τοὺς πρὶν ἐπιφλύειν μακάρεσσινυἷας Ἀλωιάδας, οἷς οὐδʼ ὅσον ἰσοφαρίζειςἠνορέην· ἔμπης δὲ θοοῖς ἐδάμησαν ὀιστοῖςἄμφω Λητοΐδαο, καὶ ἴφθιμοί περ ἐόντες.ὧς ἔφατʼ· ἐκ δʼ ἐγέλασσεν ἄδην Ἀφαρήιος Ἴδαςκαί μιν ἐπιλλίζων ἠμείβετο κερτομίοισιν·ἄγρει νυν τόδε σῇσι θεοπροπίῃσιν ἐνίσπες,εἰ καὶ ἐμοὶ τοιόνδε θεοὶ τελέουσιν ὄλεθρον,οἷον Ἀλωιάδῃσι πατὴρ τεὸς ἐγγυάλιξεν.φράζεο δʼ ὅππως χεῖρας ἐμὰς σόος ἐξαλέοιο,χρειὼ θεσπίζων μεταμώνιον εἴ κεν ἁλῴης.Χώετʼ ἐνιπτάζων· προτέρω δέ κε νεῖκος ἐτύχθη,εἰ μὴ δηριόωντας ὁμοκλήσαντες ἑταῖροιαὐτός τʼ Αἰσονίδης κατερήτυεν· ἂν δὲ καὶ Ὀρφεὺςλαιῇ ἀνασχόμενος κίθαριν πείραζεν ἀοιδῆς.ἤειδεν δʼ ὡς γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα,τὸ πρὶν ἐπʼ ἀλλήλοισι μιῇ συναρηρότα μορφῇ,νείκεος ἐξ ὀλοοῖο διέκριθεν ἀμφὶς ἕκαστα·ἠδʼ ὡς ἔμπεδον αἰὲν ἐν αἰθέρι τέκμαρ ἔχουσινἄστρα σεληναίη τε καὶ ἠελίοιο κέλευθοι·οὔρεά θʼ ὡς ἀνέτειλε, καὶ ὡς ποταμοὶ κελάδοντεςαὐτῇσιν νύμφῃσι καὶ ἑρπετὰ πάντʼ ἐγένοντο.ἤειδεν δʼ ὡς πρῶτον Ὀφίων Εὐρυνόμη τεὨκεανὶς νιφόεντος ἔχον κράτος Οὐλύμποιο·ὥς τε βίῃ καὶ χερσὶν ὁ μὲν Κρόνῳ εἴκαθε τιμῆς,ἡ δὲ Ῥέῃ, ἔπεσον δʼ ἐνὶ κύμασιν Ὠκεανοῖο·οἱ δὲ τέως μακάρεσσι θεοῖς Τιτῆσιν ἄνασσον,ὄφρα Ζεὺς ἔτι κοῦρος, ἔτι φρεσὶ νήπια εἰδώς,Δικταῖον ναίεσκεν ὑπὸ σπέος· οἱ δέ μιν οὔπωγηγενέες Κύκλωπες ἐκαρτύναντο κεραυνῷ,βροντῇ τε στεροπῇ τε· τὰ γὰρ Διὶ κῦδος ὀπάζει.ἦ, καὶ ὁ μὲν φόρμιγγα σὺν ἀμβροσίῃ σχέθεν αὐδῇ.τοὶ δʼ ἄμοτον λήξαντος ἔτι προύχοντο κάρηναπάντες ὁμῶς ὀρθοῖσιν ἐπʼ οὔασιν ἠρεμέοντεςκηληθμῷ· τοῖόν σφιν ἐνέλλιπε θέλκτρον ἀοιδῆς.οὐδʼ ἐπὶ δὴν μετέπειτα κερασσάμενοι Διὶ λοιβάς,ἣ θέμις, ἑστηῶτες ἐπὶ γλώσσῃσι χέοντοαἰθομέναις, ὕπνου δὲ διὰ κνέφας ἐμνώοντο.αὐτὰρ ὅτʼ αἰγλήεσσα φαεινοῖς ὄμμασιν ἨὼςΠηλίου αἰπεινὰς ἴδεν ἄκριας, ἐκ δʼ ἀνέμοιο