ἐνθάδε κῶας ἄγοντας· ἀπειρέσιοι δʼ ἐνὶ μέσσῳκεῖσέ τε δεῦρό τʼ ἔασιν ἀνερχομένοισιν ἄεθλοι.αὐτὰρ ἐμοὶ θανέειν στυγερῇ ὑπὸ δαίμονος αἴσῃτηλόθι που πέπρωται ἐπʼ Ἀσίδος ἠπείροιο.ὧδε κακοῖς δεδαὼς ἔτι καὶ πάρος οἰωνοῖσινπότμον ἐμὸν πάτρης ἐξήιον, ὄφρʼ ἐπιβαίηννηός, ἐυκλείη δὲ δόμοις ἐπιβάντι λίπηται.ὧς ἄρʼ ἔφη· κοῦροι δὲ θεοπροπίης ἀίοντεςνόστῳ μὲν γήθησαν, ἄχος δʼ ἕλεν Ἴδμονος αἴσῃ.ἦμος δʼ ἠέλιος σταθερὸν παραμείβεται ἦμαρ,αἱ δὲ νέον σκοπέλοισιν ὑποσκιόωνται ἄρουραι,δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο,τῆμος ἄρʼ ἤδη πάντες ἐπὶ ψαμάθοισι βαθεῖανφυλλάδα χευάμενοι πολιοῦ πρόπαρ αἰγιαλοῖοκέκλινθʼ ἑξείης· παρὰ δέ σφισι μυρίʼ ἔκειτοεἴδατα, καὶ μέθυ λαρόν, ἀφυσσαμένων προχόῃσινοἰνοχόων· μετέπειτα δʼ ἀμοιβαδὶς ἀλλήλοισινμυθεῦνθʼ, οἷά τε πολλὰ νέοι παρὰ δαιτὶ καὶ οἴνῳτερπνῶς ἑψιόωνται, ὅτʼ ἄατος ὕβρις ἀπείη.ἔνθʼ αὖτʼ Αἰσονίδης μὲν ἀμήχανος εἰν ἑοῖ αὐτῷπορφύρεσκεν ἕκαστα κατηφιόωντι ἐοικώς.τὸν δʼ ἄρʼ ὑποφρασθεὶς μεγάλῃ ὀπὶ νείκεσεν Ἴδας·Αἰσονίδη, τίνα τήνδε μετὰ φρεσὶ μῆτιν ἑλίσσεις;αὔδα ἐνὶ μέσσοισι τεὸν νόον. ἦέ σε δαμνᾷτάρβος ἐπιπλόμενον, τό τʼ ἀνάλκιδας ἄνδρας ἀτύζει;ἴστω νῦν δόρυ θοῦρον, ὅτῳ περιώσιον ἄλλωνκῦδος ἐνὶ πτολέμοισιν ἀείρομαι, οὐδέ μʼ ὀφέλλειΖεὺς τόσον, ὁσσάτιόν περ ἐμὸν δόρυ, μή νύ τι πῆμαλοίγιον ἔσσεσθαι, μηδʼ ἀκράαντον ἄεθλονἼδεω ἑσπομένοιο, καὶ εἰ θεὸς ἀντιόῳτο.τοῖόν μʼ Ἀρήνηθεν ἀοσσητῆρα κομίζεις.ἦ, καὶ ἐπισχόμενος πλεῖον δέπας ἀμφοτέρῃσινπῖνε χαλίκρητον λαρὸν μέθυ· δεύετο δʼ οἴνῳχείλεα, κυάνεαί τε γενειάδες· οἱ δʼ ὁμάδησανπάντες ὁμῶς, Ἴδμων δὲ καὶ ἀμφαδίην ἀγόρευσεν·δαιμόνιε, φρονέεις ὀλοφώια καὶ πάρος αὐτῷ.ἦέ τοι εἰς ἄτην ζωρὸν μέθυ θαρσαλέον κῆροἰδάνει ἐν στήθεσσι, θεοὺς δʼ ἀνέηκεν ἀτίζειν;ἄλλοι μῦθοι ἔασι παρήγοροι, οἷσί περ ἀνὴρθαρσύνοι ἕταρον· σὺ δʼ ἀτάσθαλα πάμπαν ἔειπας,