Εἰλατίδης, ὃς πρὶν μὲν ἐρισθενέων Λαπιθάων,ὁππότε Κενταύροις Λαπίθαι ἐπὶ θωρήσσοντο,ὁπλότερος πολέμιζε· τότʼ αὖ βαρύθεσκέ οἱ ἤδηγυῖα, μένεν δʼ ἔτι θυμὸς ἀρήιος, ὡς τὸ πάρος περ.οὐδὲ μὲν Ἴφικλος Φυλάκῃ ἔνι δηρὸν ἔλειπτο,μήτρως Αἰσονίδαο· κασιγνήτην γὰρ ὄπυιενΑἴσων Ἀλκιμέδην Φυλακηίδα· τῆς μιν ἀνώγειπηοσύνη καὶ κῆδος ἐνικρινθῆναι ὁμίλῳ.οὐδὲ Φεραῖς Ἄδμητος ἐυρρήνεσσιν ἀνάσσωνμίμνεν ὑπὸ σκοπιὴν ὄρεος Χαλκωδονίοιο.οὐδʼ Ἀλόπῃ μίμνον πολυλήιοι Ἑρμείαουἱέες εὖ δεδαῶτε δόλους, Ἔρυτος καὶ Ἐχίων,τοῖσι δʼ ἐπὶ τρίτατος γνωτὸς κίε νισσομένοισινΑἰθαλίδης· καὶ τὸν μὲν ἐπʼ Ἀμφρυσσοῖο ῥοῇσινΜυρμιδόνος κούρη Φθιὰς τέκεν Εὐπολέμεια·τὼ δʼ αὖτʼ ἐκγεγάτην Μενετηίδος Ἀντιανείρης.ἤλυθε δʼ ἀφνειὴν προλιπὼν Γυρτῶνα ΚόρωνοςΚαινεΐδης, ἐσθλὸς μέν, ἑοῦ δʼ οὐ πατρὸς ἀμείνων.Καινέα γὰρ ζῶόν περ ἔτι κλείουσιν ἀοιδοὶΚενταύροισιν ὀλέσθαι, ὅτε σφέας οἶος ἀπʼ ἄλλωνἤλασʼ ἀριστήων· οἱ δʼ ἔμπαλιν ὁρμηθέντεςοὔτε μιν ἐγκλῖναι προτέρω σθένον, οὔτε δαΐξαι·ἀλλʼ ἄρρηκτος ἄκαμπτος ἐδύσετο νειόθι γαίης,θεινόμενος στιβαρῇσι καταΐγδην ἐλάτῃσιν.ἤλυθε δʼ αὖ Μόψος Τιταρήσιος, ὃν περὶ πάντωνΛητοΐδης ἐδίδαξε θεοπροπίας οἰωνῶν·ἠδὲ καὶ Εὐρυδάμας Κτιμένου πάις· ἄγχι δὲ λίμνηςΞυνιάδος Κτιμένην Δολοπηίδα ναιετάασκεν.καὶ μὴν Ἄκτωρ υἷα Μενοίτιον ἐξ Ὀπόεντοςὦρσεν, ἀριστήεσσι σὺν ἀνδράσιν ὄφρα νέοιτο.εἵπετο δʼ Εὐρυτίων τε καὶ ἀλκήεις Ἐρυβώτης,υἷες ὁ μὲν Τελέοντος, ὁ δʼ Ἴρου Ἀκτορίδαο·ἤτοι ὁ μὲν Τελέοντος ἐυκλειὴς Ἐρυβώτης,Ἴρου δʼ Εὐρυτίων. σὺν καὶ τρίτος ἦεν Ὀιλεύς,ἔξοχος ἠνορέην καὶ ἐπαΐξαι μετόπισθενεὖ δεδαὼς δῄοισιν, ὅτε κλίνωσι φάλαγγας.αὐτὰρ ἀπʼ Εὐβοίης Κάνθος κίε, τόν ῥα Κάνηθοςπέμπεν Ἀβαντιάδης λελιημένον· οὐ μὲν ἔμελλεννοστήσειν Κήρινθον ὑπότροπος. αἶσα γὰρ ἦεναὐτὸν ὁμῶς Μόψον τε δαήμονα μαντοσυνάων