Τῖφυν ἐυστείρης οἰήια νηὸς ἔρυσθαι.ἔνθεν δʼ αὖ λάιγγας ἁλὸς σχεδὸν ὀχλίζοντεςνήεον αὐτόθι βωμὸν ἐπάκτιον Ἀπόλλωνος,Ἀκτίου Ἐμβασίοιό τʼ ἐπώνυμον· ὦκα δέ τοίγεφιτροὺς ἀζαλέης στόρεσαν καθύπερθεν ἐλαίης.τείως δʼ αὖτʼ ἀγέληθεν ἐπιπροέηκαν ἄγοντεςβουκόλοι Αἰσονίδαο δύω βόε. τοὺς δʼ ἐρύσαντοκουρότεροι ἑτάρων βωμοῦ σχεδόν. οἱ δʼ ἄρʼ ἔπειταχέρνιβά τʼ οὐλοχύτας τε παρέσχεθον. αὐτὰρ Ἰήσωνεὔχετο κεκλόμενος πατρώιον Ἀπόλλωνα·κλῦθι ἄναξ, Παγασάς τε πόλιν τʼ Αἰσωνίδα ναίων,ἡμετέροιο τοκῆος ἐπώνυμον, ὅς μοι ὑπέστηςΠυθοῖ χρειομένῳ ἄνυσιν καὶ πείραθʼ ὁδοῖοσημανέειν, αὐτὸς γὰρ ἐπαίτιος ἔπλευ ἀέθλων·αὐτὸς νῦν ἄγε νῆα σὺν ἀρτεμέεσσιν ἑταίροιςκεῖσέ τε καὶ παλίνορσον ἐς Ἑλλάδα. σοὶ δʼ ἂν ὀπίσσωτόσσων, ὅσσοι κεν νοστήσομεν, ἀγλαὰ ταύρωνἱρὰ πάλιν βωμῷ ἐπιθήσομεν· ἄλλα δὲ Πυθοῖ,ἄλλα δʼ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσω.νῦν δʼ ἴθι, καὶ τήνδʼ ἧμιν, Ἑκηβόλε, δέξο θυηλήν,ἥν τοι τῆσδʼ ἐπίβαθρα χάριν προτεθείμεθα νηὸςπρωτίστην· λύσαιμι δʼ, ἄναξ, ἐπʼ ἀπήμονι μοίρῃπείσματα σὴν διὰ μῆτιν· ἐπιπνεύσειε δʼ ἀήτηςμείλιχος, ᾧ κʼ ἐπὶ πόντον ἐλευσόμεθʼ εὐδιόωντες.ἦ, καὶ ἅμʼ εὐχωλῇ προχύτας βάλε. τὼ δʼ ἐπὶ βουσὶνζωσάσθην, Ἀγκαῖος ὑπέρβιος, Ἡρακλέης τε.ἤτοι ὁ μὲν ῥοπάλῳ μέσσον κάρη ἀμφὶ μέτωπαπλῆξεν, ὁ δʼ ἀθρόος αὖθι πεσὼν ἐνερείσατο γαίῃ·Ἀγκαῖος δʼ ἑτέροιο κατὰ πλατὺν αὐχένα κόψαςχαλκείῳ πελέκει κρατεροὺς διέκερσε τένοντας·ἤριπε δʼ ἀμφοτέροισι περιρρηδὴς κεράεσσιν.τοὺς δʼ ἕταροι σφάξαν τε θοῶς, δεῖράν τε βοείας,κόπτον, δαίτρευόν τε, καὶ ἱερὰ μῆρʼ ἐτάμοντο,κὰδ δʼ ἄμυδις τάγε πάντα καλύψαντες πύκα δημῷκαῖον ἐπὶ σχίζῃσιν· ὁ δʼ ἀκρήτους χέε λοιβὰςΑἰσονίδης, γήθει δὲ σέλας θηεύμενος Ἴδμωνπάντοσε λαμπόμενον θυέων ἄπο τοῖό τε λιγνὺνπορφυρέαις ἑλίκεσσιν ἐναίσιμον ἀίσσουσαν·αἶψα δʼ ἀπηλεγέως νόον ἔκφατο Λητοΐδαο·ὑμῖν μὲν δὴ μοῖρα θεῶν χρειώ τε περῆσαι