σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖςοὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.ἦ η ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθʼ· οἱ δʼ ἐπανέστανπειθόμενοι· ἀπὸ δʼ εἵματʼ ἐπήτριμα νηήσαντολείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσακύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.νῆα δʼ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσινἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳτεινάμενοι ἑκάτερθεν, ἵνʼ εὖ ἀραροίατο γόμφοιςδούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν.σκάπτον δʼ αἶψα κατʼ εὖρος ὅσον περιβάλλετο χῶρον,ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινονστείρης, ἐν δʼ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας·τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν,ὥς κεν ὀλισθαίνουσα διʼ αὐτάων φορέοιτο.ὕψι δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰπήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν.τῶν δʼ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν,στέρνα θʼ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δʼ ἄρα Τῖφυςβήσαθʼ, ἵνʼ ὀτρύνειε νέους κατὰ καιρὸν ἐρύσσαι·κεκλόμενος δʼ ἤυσε μάλα μέγα· τοὶ δὲ παρᾶσσονᾧ κράτεϊ βρίσαντες ἰῇ στυφέλιξαν ἐρωῇνειόθεν ἐξ ἕδρης, ἐπὶ δʼ ἐρρώσαντο πόδεσσινπροπροβιαζόμενοι· ἡ δʼ ἕσπετο Πηλιὰς Ἀργὼῥίμφα μάλʼ· οἱ δʼ ἑκάτερθεν ἐπίαχον ἀίσσοντες.αἱ δʼ ἄρʼ ὑπὸ τρόπιδι στιβαρῇ στενάχοντο φάλαγγεςτριβόμεναι περὶ δέ σφιν ἀιδνὴ κήκιε λιγνὺςβριθοσύνῃ, κατόλισθε δʼ ἔσω ἁλός· οἱ δέ μιν αὖθιἂψ ἀνασειράζοντες ἔχον προτέρωσε κιοῦσαν.σκαλμοῖς δʼ ἀμφὶς ἐρετμὰ κατήρτυον· ἐν δέ οἱ ἱστὸνλαίφεά τʼ εὐποίητα καὶ ἁρμαλιὴν ἐβάλοντο.αὐτὰρ ἐπεὶ τὰ ἕκαστα περιφραδέως ἀλέγυναν,κληῖδας μὲν πρῶτα πάλῳ διεμοιρήσαντο,ἄνδρʼ ἐντυναμένω δοιὼ μίαν· ἐκ δʼ ἄρα μέσσηνᾕρεον Ἡρακλῆι καὶ ἡρώων ἄτερ ἄλλωνἈγκαίῳ, Τεγέης ὅς ῥα πτολίεθρον ἔναιεν.τοῖς μέσσην οἴοισιν ἀπὸ κληῖδα λίποντοαὔτως, οὔτι πάλῳ· ἐπὶ δʼ ἔτρεπον αἰνήσαντες