ἐς δʼ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληοςνόσφι καταβλώσκοντας, ἐθάμβησαν δʼ ἐσιδόντεςπασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας.δέρμα δʼ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετʼ ὤμουςἌργος Ἀρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴνδίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια.ἀλλʼ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκασταἔσχετο· τοὺς δʼ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν.αὐτοῦ δʼ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷκεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.τοῖσιν δʼ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν·ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν—πάντα γὰρ εὖ κατὰ κόσμον—ἐπαρτέα κεῖται ἰοῦσιν.τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητιναυτιλίης, ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται.ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω,ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι—τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθεὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο,νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.ὧς φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆαἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες ἀυτῇσημαίνειν ἐπέτελλον· ὁ δʼ αὐτόθεν, ἔνθα περ ἧστο,δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε·μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγεπείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω.αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.ἦ ῥα μέγα φρονέων, ἐπὶ δʼ ᾔνεον, ὡς ἐκέλευενἩρακλέης· ἀνὰ δʼ αὐτὸς ἀρήιος ὤρνυτʼ Ἰήσωνγηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν·εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι,μηκέτʼ ἔπειθʼ, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα.νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσινδαῖτʼ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δʼ ἴωσινδμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλενδεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι,τόφρα κε νῆʼ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάνταἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά.τείως δʼ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιοθείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο