ὄφρʼ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν,τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴδμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν,σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴνἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳμίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοιΕἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.ᾤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδʼ ὅσον, οὐδʼ ἐν ὀνείρῳὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετʼ ἀλύξας.ὧς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκεςἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγεμειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν·μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίαςὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητοςδάκρυσιν, ἀλλʼ ἔτι κεν καὶ ἐπʼ ἄλγεσιν ἄλγος ἄροιο.πήματα γάρ τʼ ἀίδηλα θεοὶ θνητοῖσι νέμουσιν,τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπηςτλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης,ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβοςἔχρη, ἀτὰρ μετέπειτά γʼ ἀριστήων ἐπαρωγῇ.ἀλλὰ σὺ μὲν νῦν αὖθι μετʼ ἀμφιπόλοισιν ἕκηλοςμίμνε δόμοις, μηδʼ ὄρνις ἀεικελίη πέλε νηί·κεῖσε δʼ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι.οἷος δʼ ἐκ νηοῖο θυώδεος εἶσιν ἈπόλλωνΔῆλον ἀνʼ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ,ἢ Λυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν,τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ὦρτο δʼ ἀυτὴκεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴἸφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα,καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαιἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου·ἀλλʼ ἡ μὲν λίπετʼ αὖθι παρακλιδόν, οἷα γεραιὴὁπλοτέρων, ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπʼ ἀγυιάς,ἀκτὴν δʼ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροιδειδέχατʼ, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες.στῆ δʼ ἄρʼ ἐπὶ προμολῇς· οἱ δʼ ἀντίοι ἠγερέθοντο.