ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας·Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλονἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει;αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειανΑἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ.ἀλλʼ οὐ φυκτὰ κέλευθα, πόνος δʼ ἄπρηκτος ἰοῦσιν.ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκεςπολλὰ μάλʼ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον,εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι.ἄλλη δʼ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα·δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπηςἤλυθεν, οὐδʼ ἐτέλεσσας ἐπʼ ἀγλαΐῃ βιότοιο.Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἦενβέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶςνειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων.ὡς ὄφελεν καὶ Φρίξον, ὅτʼ ὤλετο παρθένος Ἕλλη,κῦμα μέλαν κριῷ ἅμʼ ἐπικλύσαι· ἀλλὰ καὶ αὐδὴνἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίαςἈλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη.αἱ μὲν ἄρʼ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων.ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τʼ ἀγέροντο·μήτηρ δʼ ἀμφʼ αὐτὸν βεβολημένη. ὀξὺ δʼ ἑκάστηνδῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραιἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίαςθαρσύνων, δμώεσσι δʼ ἀρήια τεύχεʼ ἀείρεινπέφραδεν· οἱ δέ τε σῖγα κατηφέες ἠείροντο.μήτηρ δʼ ὡς τὰ πρῶτʼ ἐπεχεύατο πήχεε παιδί,ὧς ἔχετο κλαίουσʼ ἀδινώτερον, ἠύτε κούρηοἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσαμύρεται, ᾗ οὐκ εἰσὶν ἔτʼ ἄλλοι κηδεμονῆες,ἀλλʼ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει·καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν,τῇ δέ τʼ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ,οὐδʼ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ·ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδʼ ἀγκὰς ἔχουσαἈλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν·αἴθʼ ὄφελον κεῖνʼ ἦμαρ, ὅτʼ ἐξειπόντος ἄκουσαδειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν,αὐτίκʼ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι,