Θεστιάδης Ἴφικλος ἐφωμάρτησε κιόντι.σὺν δὲ Παλαιμόνιος Λέρνου πάις Ὠλενίοιο,Λέρνου ἐπίκλησιν, γενεήν γε μὲν Ἡφαίστοιο·τούνεκʼ ἔην πόδα σιφλός· ἀτὰρ δέμας οὔ κέ τις ἔτληἠνορέην τʼ ὀνόσασθαι, ὃ καὶ μεταρίθμιος ἦενπᾶσιν ἀριστήεσσιν, Ἰήσονι κῦδος ἀέξων.ἐκ δʼ ἄρα Φωκήων κίεν Ἴφιτος ὈρνυτίδαοΝαυβόλου ἐκγεγαώς· ξεῖνος δέ οἱ ἔσκε πάροιθεν,ἦμος ἔβη Πυθώδε θεοπροπίας ἐρεείνωνναυτιλίης· τόθι γάρ μιν ἑοῖς ὑπέδεκτο δόμοισιν.Ζήτης αὖ Κάλαΐς τε Βορήιοι υἷες ἵκοντο,οὕς ποτʼ Ἐρεχθηὶς Βορέῃ τέκεν Ὠρείθυιαἐσχατιῇ Θρῄκης δυσχειμέρου· ἔνθʼ ἄρα τήνγεΘρηίκιος Βορέης ἀνερέψατο ΚεκροπίηθενἸλισσοῦ προπάροιθε χορῷ ἔνι δινεύουσαν.καί μιν ἄγων ἕκαθεν, Σαρπηδονίην ὅθι πέτρηνκλείουσιν, ποταμοῖο παρὰ ῥόον Ἐργίνοιο,λυγαίοις ἐδάμασσε περὶ νεφέεσσι καλύψας.τὼ μὲν ἐπʼ ἀκροτάτοισι ποδῶν ἑκάτερθεν ἐρεμνὰςσεῖον ἀειρομένω πτέρυγας, μέγα θάμβος ἰδέσθαι,χρυσείαις φολίδεσσι διαυγέας· ἀμφὶ δὲ νώτοιςκράατος ἐξ ὑπάτοιο καὶ αὐχένος ἔνθα καὶ ἔνθακυάνεαι δονέοντο μετὰ πνοιῇσιν ἔθειραι.οὐδὲ μὲν οὐδʼ αὐτοῖο πάις μενέαινεν Ἄκαστοςἰφθίμου Πελίαο δόμοις ἔνι πατρὸς ἑῆοςμιμνάζειν, Ἄργος τε θεᾶς ὑποεργὸς Ἀθήνης·ἀλλʼ ἄρα καὶ τὼ μέλλον ἐνικρινθῆναι ὁμίλῳ.τόσσοι ἄρʼ Αἰσονίδῃ συμμήστορες ἠγερέθοντο.τοὺς μὲν ἀριστῆας Μινύας περιναιετάοντεςκίκλησκον μάλα πάντας, ἐπεὶ Μινύαο θυγατρῶνοἱ πλεῖστοι καὶ ἄριστοι ἀφʼ αἵματος εὐχετόωντοἔμμεναι· ὧς δὲ καὶ αὐτὸν Ἰήσονα γείνατο μήτηρἈλκιμέδη, Κλυμένης Μινυηίδος ἐκγεγαυῖα.αὐτὰρ ἐπεὶ δμώεσσιν ἐπαρτέα πάντʼ ἐτέτυκτο,ὅσσα περ ἐντύνονται ἐπαρτέες ἔνδοθι νῆες,εὖτʼ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι,δὴ τότʼ ἴσαν μετὰ νῆα διʼ ἄστεος, ἔνθα περ ἀκταὶκλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶνπληθὺς σπερχομένων ἄμυδις θέεν· οἱ δὲ φαεινοὶἀστέρες ὣς νεφέεσσι μετέπρεπον· ὧδε δʼ ἕκαστος