καὶ μὴν Ἀμφιδάμας Κηφεύς τʼ ἴσαν Ἀρκαδίηθεν,οἳ Τεγέην καὶ κλῆρον Ἀφειδάντειον ἔναιον,υἷε δύω Ἀλεοῦ· τρίτατός γε μὲν ἕσπετʼ ἰοῦσινἈγκαῖος, τὸν μέν ῥα πατὴρ Λυκόοργος ἔπεμπεν,τῶν ἄμφω γνωτὸς προγενέστερος. ἀλλʼ ὁ μὲν ἤδηγηράσκοντʼ Ἀλεὸν λίπετʼ ἂμ πόλιν ὄφρα κομίζοι,παῖδα δʼ ἑὸν σφετέροισι κασιγνήτοισιν ὄπασσεν.βῆ δʼ ὅγε Μαιναλίης ἄρκτου δέρος, ἀμφίτομόν τεδεξιτερῇ πάλλων πέλεκυν μέγαν. ἔντεα γάρ οἱπατροπάτωρ Ἀλεὸς μυχάτῃ ἐνέκρυψε καλιῇ,αἴ κέν πως ἔτι καὶ τὸν ἐρητύσειε νέεσθαι.βῆ δὲ καὶ Αὐγείης, ὃν δὴ φάτις Ἠελίοιοἔμμεναι· Ἠλείοισι δʼ ὅγʼ ἀνδράσιν ἐμβασίλευεν,ὄλβῳ κυδιόων· μέγα δʼ ἵετο Κολχίδα γαῖαναὐτόν τʼ Αἰήτην ἰδέειν σημάντορα Κόλχων.Ἀστέριος δὲ καὶ Ἀμφίων Ὑπερασίου υἷεςΠελλήνης ἀφίκανον Ἀχαιίδος, ἥν ποτε Πέλληςπατροπάτωρ ἐπόλισσεν ἐπʼ ὀφρύσιν Αἰγιαλοῖο.Ταίναρον αὖτʼ ἐπὶ τοῖσι λιπὼν Εὔφημος ἵκανεν,τόν ῥα Ποσειδάωνι ποδωκηέστατον ἄλλωνΕὐρώπη Τιτυοῖο μεγασθενέος τέκε κούρη.κεῖνος ἀνὴρ καὶ πόντου ἐπὶ γλαυκοῖο θέεσκενοἴδματος, οὐδὲ θοοὺς βάπτεν πόδας, ἀλλʼ ὅσον ἄκροιςἴχνεσι τεγγόμενος διερῇ πεφόρητο κελεύθῳ.καὶ δʼ ἄλλω δύο παῖδε Ποσειδάωνος ἵκοντο·ἤτοι ὁ μὲν πτολίεθρον ἀγαυοῦ Μιλήτοιονοσφισθεὶς Ἐργῖνος, ὁ δʼ Ἰμβρασίης ἕδος Ἥρης,παρθενίην, Ἀγκαῖος ὑπέρβιος· ἴστορε δʼ ἄμφωἠμὲν ναυτιλίης ἠδʼ ἄρεος εὐχετόωντο.Οἰνεΐδης δʼ ἐπὶ τοῖσιν ἀφορμηθεὶς Καλυδῶνοςἀλκήεις Μελέαγρος ἀνήλυθε, Λαοκόων τε,Λαοκόων Οἰνῆος ἀδελφεός, οὐ μὲν ἰῆς γεμητέρος· ἀλλά ἑ θῆσσα γυνὴ τέκε· τὸν μὲν ἄρʼ Οἰνεὺςἤδη γηραλέον κοσμήτορα παιδὸς ἴαλλεν·ὧδʼ ἔτι κουρίζων περιθαρσέα δῦνεν ὅμιλονἡρώων. τοῦ δʼ οὔτινʼ ὑπέρτερον ἄλλον ὀίω,νόσφιν γʼ Ἡρακλῆος, ἐπελθέμεν, εἴ κʼ ἔτι μοῦνοναὖθι μένων λυκάβαντα μετετράφη Αἰτωλοῖσιν.καὶ μήν οἱ μήτρως αὐτὴν ὁδόν, εὖ μὲν ἄκοντι,εὖ δὲ καὶ ἐν σταδίῃ δεδαημένος ἀντιφέρεσθαι,